Kitap 47
οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα κομίζεις·
80
οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί,
οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ·
οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης,
ὀξύτατον μερόπεσσι φέρον κόρον· ἀλλοφυὲς δὲ
καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ·
85
πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη·
λαρότερον δὲ γάλακτος ἔχεις ποτὸν ἐμμενὲς αἰεὶ
συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος.
εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων
ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι,
90
καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος ἢ Κυθερείης
εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην.
λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν· ἠερίοις γάρ
πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας.
μή σοι δῶρον ἔδωκεν ἀπʼ αἰθέρος ἄμβροτος Ἥβη;
95
μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη;
οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει
Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης;
ξεινοδόκου Κελεοῖο μακάρτερε, μὴ σὺ καὶ αὐτὸς
ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου;
100
πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ,
καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης
Ἀτθίδι δῶρον ἔδωκεν, ἄτε στάχυν ὤπασε Δηώ.
ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ
ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν.
105
ἀγρονόμοι δʼ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις
πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ·
ὄμματα δʼ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις
ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ
στήθεα θερμαίνοντο, ποτῷ δʼ ἐβαρύνετο κόρση,
110
καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου·
τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης
καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι·
καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου
ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ.
115
καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ
τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ,
οἶά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου,
ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ