Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 47

 
Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ· 720
 
Μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ
 
σείσατε χάλκεα ῥόπτρα καὶ Εὔια τύμπανα Ῥείης,
 
Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,
 
μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,
 
μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας· 725
 
ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ
 
καὶ Διί, καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.
 
ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ
 
Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,
 
καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ 730
 
ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,
 
καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται
 
μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ·
 
τύμπανα δʼ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ
 
δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ 735
 
σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,
 
κτείνετο δʼ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ
 
Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες·
 
καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ
 
κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ 740
 
μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις.
← Önceki 19 / 19

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi