Kitap 47
ὄμματι Γοργείῳ βροτέην μετάμειψον ὀπωπὴν
560
εἰς βρέτας αὐτοτέλεστον ὁμοίιον· ἀντιτύπῳ δὲ
κάλλεϊ πετρήεντι τεὰς κόσμησον ἀγυιάς,
Ἰναχίαις ἀγορῇσιν ἀγάλματα ποικίλα τεύχων.
τί τρομέεις Διόνυσον, ὄν οὐ Διὸς ἤροσαν εὐναί;
εἰπέ, τί σοι ῥέξειε;μετάρσιον ἠεροφοίτην
565
πεζὸς ὑπὲρ δαπέδοιο πότε πτερόεντα κιχήσει;
ἔννεπε θαρσύνουσα· καὶ εἰς μόθον ἔπτατο Περσεύς.
καὶ ναέτας καλέουσα Πελασγιὰς ἔβρεμε σάλπιγξ,
ὧν ὁ μὲν αἰχμητῆρος ἐκούφισε Λυγκέος αἰχμήν,
ὅς δὲ παλαιοτέροιο Φορωνέος, ὅς δὲ Πελασγοῦ,
570
ἄλλος ἀνηέρταζεν Ἀβαντίδα χειρὶ βοείην
καὶ μελίην Προίτοιο, καὶ Ἀκρισίοιο φαρέτρην
ἄλλος ἀνὴρ κούφιζεν, ὁ δὲ θρασὺς εἰς μόθον ἔστη
ἆορ ἔχων Δαναοῖο, τὸ πέρ ποτε γυμνὸν ἀείρων
θυγατέρας θώρηξεν ἐς ἀνδροφόνους ὑμεναίους,
575
ἄλλος ἔην κρατέων πέλεκυν μέγαν, ὃν παρὰ βωμῷ
Ἴναχος ἀστυόχοιο θυηπόλος ἔνθεος Ἥρης
ἵστατο κουφίζων βοέων τμητῆρα μετώπων.
καὶ στρατὸς ἐγρεκύδοιμος ἀερσιπόδων ὑπὲρ ἵππων
ἔδραμε μαρναμένου μετὰ Περσέος· ὃς δὲ παρέστη
580
τρηχαλέοις στομάτεσσι μάχης ἀλαλαγμὸν ἰάλλων,
πεζὸς ἀνήρ, καὶ τόξα συνήρμοσε κυκλάδι νευρῇ,
καὶ γλαφυρὴν ἤειρεν ὑπὲρ νώτοιο φαρέτρην·
καὶ πρόμος Ἀργείων δρεπανηφόρος ἔπλετο Περσεύς,
καὶ πόδας ἠερίοισιν ἐπεσφήκωσε πεδίλοις,
585
καὶ κεφαλὴν κούφιζεν ἀθηήτοιο Μεδούσης.
Λυσικόμους δʼ Ἰόβακχος ἑὰς ἐκόρυσσε γυναῖκας
καὶ Σατύρους κερόεντας· ἐβακχεύθη δὲ κυδοιμῷ
ἠερίην πτερόεντος ἰδὼν προμάχοιο πορείην·
χειρὶ δὲ θύρσον ἄειρεν, ἑοῦ προβλῆτα προσώπου
590
κουφίζων ἀδάμαντα, Διὸς πετρούμενον ὄμβρῳ
λᾶαν, ἀλεξητῆρα λιθογλήνοιο Μεδούσης,
ὄφρα φύγῃ σέλας ἐχθρὸν ἀθηήτοιο προσώπου.
Βασσαρίδων δὲ φάλαγγας ἰδὼν καὶ θύσθλα Λυαίου,
φρικαλέον γελόων κορυθαιόλος ἔννεπε Περσεύς·
595
Ἡδὺς ὁ θύρσον ἔχων, χλοερὸν βέλος, εἰς ἐμὲ βαίνων
οὐτιδανοῖς πετάλοισι κορύσσεαι, Ἄρεα παίζων·
εἰ Διὸς ἔλλαχες αἷμα, τεὴν ἀνάφαινε γενέθλην·
εἰ ποταμοῦ χρύσειον ἔχεις Πακτώλιον ὕδωρ,