Kitap 47
οὐκ ἄγαμαί ποτε τοῦτον ἐγὼ πρόμον· ἐν παλάμῃ γὰρ
520
ποῖον ἔχει δόρυ θοῦρον Ἀρήιον; ἴσχεο, Περσεῦ·
Γοργοφόνῳ δρεπάνῃ μὴ μάρναο θήλεϊ κισσῷ·
μὴ σέο χεῖρα μίαινε γυναικείοισι κοθόρνοις·
μὴ κυνέην Ἀίδαο τεοῖς κροτάφοισι τινάξῃς
στέμματος ἀμπελόεντος ἐναντίον· ἢν δʼ ἐθελήσῃς,
525
Ἀνδρομέδην θώρηξον ἀθωρήκτῳ Διονύσῳ·
χάζεό μοι, Διόνυσε, καὶ ἵππιον Ἄργος ἐάσας
Θήβης ἑπταπύλοιο πάλιν βάκχευε γυναῖκας·
κτεῖνε νέον Πενθῆα· τί Περσέι καὶ Διονύσῳ;
Ἴναχον ὠκυρέεθρον ἀναίνεο· καί σε δεχέσθω
530
Θήβης Ἀονίης ποταμὸς βραδύς· οὔ σε διδάξω
Ἀσωπὸν βαρύγουνον ἔτι ζείοντα κεραυνῷ.
τοῖον ἔπος κατέλεξεν ἐπεγγελόων Διονύσῳ.
Ἀργείην δὲ φάλαγγα Πελασγιὰς ὥπλισεν Ἥρη·
μαντιπόλῳ δʼ ἤικτο Μελάμποδι· χωομένη δὲ
535
Γοργοφόνῳ Περσῆι μαχήμονα ῥήξατο φωνήν·
Οὐρανίης βλάστημα γονῆς, κορυθαιόλε Περσεῦ,
σὴν δρεπάνην ἀνάειρε, μὴ ἀπτολέμῳ τινὶ θύρσῳ
ἀδρανέες τεὸν Ἄργος ἀιστώσωσι γυναῖκες
μὴ τρομέοις ἔνα μοῦνον ὄφιν ζωστῆρα κομάων,
540
ὅττι δαφοινήεσσα τεὴ θηροκτόνος ἅρπη
λήια τοσσατίων ὀφίων ἤμησε Μεδούσης·
Βασσαρίδων δὲ φάλαγγι κορύσσεο· χαλκορόφου δὲ
μνώεο παρθενεῶνος, ὅπῃ Δανάης διὰ κόλπου
χρύσεον ὄμβρον ἔχευε γαμοκλόπον ὑέτιος Ζεύς,
545
μὴ Δανάη μετὰ λέκτρα, μετὰ χρυσέους ὑμεναίους
οὐτιδανῷ γόνυ δοῦλον ὑπογνάμψειε Λυαίῳ·
δεῖξον, ὅτι Κρονίωνος ἐτήτυμον αἷμα κομίζεις,
δεῖξον, ὅτι χρύσειον ἔχεις γένος, οὐρανίου δὲ
λέκτρα τεοῦ κήρυξον ἐχεκτεάνου νιφετοῖο·
550
καὶ Σατύροις πολέμιζε· κορυσσομένῳ δὲ Λυαίῳ
φοίνιον ὄμμα τίταινε δρακοντοκόμοιο Μεδούσης,
καὶ μετὰ πικρὸν ἄνακτα πολυκλύστοιο Σερίφου
λαΐνεον νέον ἄλλον ἐσαθρήσω Πολυδέκτην.
σὺν σοὶ πανδαμάτειρα κορύσσεται Ἀργολὶς Ἥρη
555
μητρυιὴ Βρομίοιο προασπίζων δὲ Μυκήνης
σὴν δρεπάνην κούφιζε σαόπτολιν, ὄφρα νοήσω
ἑσπομένην Περσῆι δορικτήτην Ἀριάδνην·
κτεῖνε βοοκραίρων Σατύρων στίχα· Βασσαρίδων δὲ