Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 47

 
οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως, 440
 
σὸς γενέτης· οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ.
 
οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου,
 
ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις·
 
ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν
 
δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου. 445
 
τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ
 
οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων.
 
οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν
 
παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον· αἰθερίους γὰρ
 
δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς· 450
 
ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς
 
εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.
 
εἶπε παρηγορέων· καὶ ἐπάλλετο χάρματι κούρη
 
μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ,
 
οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων 455
 
δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ·
 
καὶ χορὸς ἐσμαράγησε γαμήλιος· ἀμφὶ δὲ παστῷ
 
ἄνθεα πάντα τέθηλε· καὶ εἰαρινοῖσι πετήλοις
 
Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο·
 
καὶ θαλάμους ἐλίγαινεν Ἁμαδρυάς, ἀμφὶ δὲ πηγαῖς 460
 
νηιὰς ἀκρήδεμνος ἀσάμβαλος ᾔνεσε Νύμφη
 
δαίμονι βοτρυόεντι συναπτομένην Ἀριάδνην·
 
Ὀρτυγίη δʼ ὀλόλυζε, πολισσούχοιο δὲ Φοίβου
 
γνωτῷ νυμφίον ὕμνον ἀνακρούουσα Λυαίῳ
 
εἰς χορὸν ἐσκίρτησε καὶ ἀστυφέλικτος ἐοῦσα. 465
 
πορφυρέοις δὲ ῥόδοισι περίτροχον ἄνθος ἐρέπτων
 
μάντις Ἔρως πυρόεις στέφος ἔπλεκε, σύγχροον ἄστρων,
 
οὐρανίου Στεφάνοιο προάγγελον· ἀμφὶ νύμφης
 
Ναξιάδος σκίρτησε γαμοστόλος ἐσμὸς Ἐρώτων.
 
καὶ ζυγίοις θαλάμοισιν ὁμιλήσας ὑμεναίοις 470
 
Χρυσοπάτωρ πολύπαιδα γονὴν ἔσπειρεν ἀκοίτης.
 
καὶ δολιχὴν πολιοῖο χρόνου στροφάλιγγα κυλίνδων
 
μητέρος εὐώδινος ἑῆς ἐμνήσατο Ῥείης·
 
καὶ Χαρίτων πλήθουσαν ἀμεμφέα Νάξον ἐάσας
 
Ἑλλάδος ἄστεα πάντα μετήιεν· ἱπποβότου δὲ 475
 
Ἄργεος ἐγγὺς ἵκανε, καὶ εἰ λάχεν Ἴναχον Ἥρη.
 
οἱ δέ μιν οὐκ ἐδέχοντο, χοροπλεκέας δὲ γυναῖκας
 
καὶ Σατύρους ἐδίωκον, ἀπηρνήσαντο δὲ θύρσους,
 
μή ποτε δηλήσαιτο Πελασγικὸν ἕδρανον Ἥρη

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi