Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 47

 
ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος· 360
 
εὖρον ἴδοι Ζεφύρου κεχρημένος· εἰαρινοὶ δὲ
 
ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται,
 
χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ.
 
ἤλιτε ναυτίλος οὗτος ἀθέσμιος· ἀλλὰ καὶ αὐτὴ
 
ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης. 365
 
αἴθέ μιν οὐκ ἐπόθησα δυσίμερος· εἰς Παφίην γὰρ
 
ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς·
 
οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων·
 
οὐ τάδε μοι κατέλεξε παρʼ ἡμετέρῳ λαβυρίνθῳ.
 
αἴθέ μιν ἔκτανε ταῦρος ἀμείλιχος· ἴσχεο, φωνή, 370
 
ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν· ὤμοι Ἐρώτων·
 
Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας.
 
οἶδα, πόθεν με λέλοιπε· μιῆς τάχα παρθενικάων
 
σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει
 
εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δʼ ἔτι Νάξον ὁδεύω. 375
 
παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ·
 
ὤλεσα καὶ γενέτην καὶ νυμφίον· ὤμοι Ἐρώτων·
 
οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω·
 
Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δʼ οὐκ εἶδον Ἀθήνας·
 
πατρὸς ἐνοσφίσθην καὶ πατρίδος· ἆ μέγα δειλή, 380
 
ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός· εἰς τίνα φεύγω;
 
τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει
 
Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην;
 
τίς με λαβὼν κομίσειε διʼ οἴδματος; αἴθε καὶ αὐτὴ
 
ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου· 385
 
τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω
 
Αἰγαίης ἁλός οἶδμα καὶ εἰς Μαραθῶνα περήσω,
 
ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην,
 
ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτην.
 
δέξό με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς· 390
 
καὶ στορέσω σέο λέκτρα
 
οἷά τε ληισθεῖσα· καὶ ὀλβίστῃ σέο νύμφῃ
 
τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν
 
καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν,
 
καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ· 395
 
μοῦνον ἴδω Θησῆα· καὶ ἡμετέρη ποτὲ μήτηρ
 
ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι,
 
βοσκομένῳ δʼ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ,
 
καὶ βοῒ ταῦρον ἔτικτε· μελιζομένου δὲ βοτῆρος

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi