Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 46

 
ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένης δὲ 320
 
Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν·
 
Ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη,
 
ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν
 
καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.
 
γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ· 325
 
ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς
 
νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου
 
μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην.
 
σῆς δʼ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος
 
οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ, 330
 
οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην·
 
μούνη δʼ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ
 
καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς,
 
καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.
 
ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη, 335
 
ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα
 
εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν·
 
δὸς χάριν Ἀπόλλωνι· μετʼ Ἀκταίωνα δὲ δειλὴν
 
τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν
 
ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν 340
 
μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν
 
σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν
 
ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ.
 
χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών·
 
χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου· 345
 
σώζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις·
 
λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ·
 
εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι,
 
σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην·
 
ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς 350
 
Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.
 
εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη.
 
καὶ νέκυν, ὃν κατέπεφνε, φίλη τυμβεύσατο μήτηρ
 
πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου·
 
καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται. 355
 
ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ
 
Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας
 
μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ
 
λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi