Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 46

 
καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου 280
 
καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου·
 
ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
 
Νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης,
 
δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν· ἄρτι γὰρ ἄλλην
 
χείρονα λύσσαν ἔχω πινυτόφρονα· δός μοι ἐκείνην 285
 
ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω.
 
θῆρα βαλεῖν ἐδόκησα· νεοτμήτοιο δὲ κόρσης
 
ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω.
 
ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα
 
ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ· 290
 
μούνη ἐγὼ γενόμην παιδοκτόνος· οὐ Μελικέρτην
 
ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ,
 
ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή,
 
Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω·
 
Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ, 295
 
Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην.
 
ἱλήκοι Διόνυσος· ὅλον γένος ὤλεσε Κάδμου.
 
ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης,
 
Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου
 
ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων 300
 
θρῆνον ἕνα πλήξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ,
 
ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων.
 
ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης;
 
οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ·
 
οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον Ἐρώτων· 305
 
ποῖον ἴδω δέο παῖδα παρήγορον; αἴθέ σε Βάκχη
 
ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη.
 
μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ·
 
Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη.
 
χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην 310
 
αὐχένος ἀμηθέντος· ἀπʼ αὐτοχύτου δὲ καρήνου
 
αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.
 
ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου
 
λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.
 
σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω 315
 
χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ
 
σὸν δέμας· ὑμετέρῳ δʼ ἐπὶ σήματι τοῦτο χαράξω·
 
 

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi