Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 46

 
οἷα γυνὴ παίζουσα χοροίτυπος· οἷα δὲ ῥόπτρῳ 120
 
δίκτυπον ἁρμονίην κροτέων ἑτερόζυγι χαλκῷ
 
ἠερίαις μεθέηκεν ἀλήμονα βόστρυχον αὔραις,
 
Λυδὸν ἀνακρούων μέλος Εὔιον. ἦ τάχα φαίης
 
ἄγρια κωμάζουσαν ἰδεῖν λυσσώδεα βάκχην.
 
καὶ διδύμους Φαέθοντας ἐδέρκετο καἰ δύο Θήβας· 125
 
ἔλπετο δʼ ἀκαμάτων ἐπικείμενον ὑψόθεν ὤμων
 
Θήβης ἑπταπόροιο μετοχλίζειν πυλεῶνα.
 
ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο πολῖται,
 
ὃς μὲν ἔχων τροχόεντα λόφον χθονός, ὃς δʼ ἐπὶ πέτρῳ
 
ὑψιφανής, ὁ δὲ πῆχυν ἐπʼ ἀνέρος ὦμον ἐρείσας 130
 
ἴχνος ἀνῃώρησεν ἐπὶ χθονὶ δάκτυλα πήξας·
 
καί τις ἐυγλώχινα μετήιεν ὄγκον ἀρούρης,
 
ἄλλος ἐπὶ προβλῆτος ἐπάλξιος, ὃς δὲ δοκεύων
 
δόχμιον ὄμμα τίταινεν ἀερσιλόφων ἀπὸ πύργων·
 
ὃς δὲ μέσας στεφανηδὸν ἐπʼ ἄντυγι χεῖρας ἑλίξας 135
 
ἴχνεσιν ἀκροπόροισιν ἀνήιε κίονα βαίνων,
 
Πενθέα παπταίνων δεδονημένον ἅλματι λύσσης,
 
θύρσον ἀερτάζοντα καἰ αἰθύσσοντα καλύπτρην.
 
ἤδη δʼ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης,
 
αὐτομάτοις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων· 140
 
ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων
 
ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης·
 
καὶ ποδὶ λυσσήεντι χοροίτυπον ἴχνος ἑλίσσων
 
δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην.
 
ἀλλʼ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι, 145
 
καἰ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ
 
Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη,
 
ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης
 
ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ
 
δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ 150
 
ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι·
 
ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων
 
εἰς πέδον, εἰς πέδον εἷλκε κατὰ χθονὸς ἐκταδὰ Πενθεὺς
 
θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα
 
ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων, 155
 
καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων
 
ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς.
 
καὶ τότε βασσαρίδεσσι χορίτιδες ἤλυθον Ὧραι·
 
ἀλλήλαις δʼ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλοις,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi