Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 46

 
δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου 360
 
πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ·
 
ἀμφοτέρας δʼ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,
 
ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.
 
Ἰλλυρίην δʼ ἐπὶ γαῖαν ἐς Ἑσπερίου χθόνα πόντου
 
Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ 365
 
ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων
 
ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.
 
καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων
 
ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.
← Önceki 10 / 10

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi