Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 45

 
ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ 320
 
εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου·
 
καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ.
 
καὶ τὰ μὲν ἐν σκοπέλοισι· λυροδμήτῳ δʼ ἐνί Θήβῃ
 
θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις·
 
καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες 325
 
χείλεσιν ἀφροκόμοισιν· ὅλη δʼ ἐλελίζετο Θήβη,
 
καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί·
 
σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν
 
ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων·
 
καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε κυδοιμῷ 330
 
λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ.
 
οὐδὲ χόλου Διόνυσος ἐπαύσατο· δαιμονίην δὲ
 
φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων,
 
λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ·
 
καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ 335
 
μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον· ἀμφί δὲ τοίχους
 
ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ
 
δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλοις
 
πορφυρέοις καὶ στέρνον ἁλιχλαίνου βασιλῆος
 
πυρσὸς ἕλιξ πεφόρητο, καί οὐκ ἔφλεξε χιτῶνας· 340
 
κεκριμέναις δʼ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ
 
ἐκ ποδὸς εἰς μέσα νῶτα, διʼ ἰξύος εἰς ῥάχιν ἄκρην
 
Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί·
 
πολλάκι δʼ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ
 
γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων 345
 
ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη.
 
καί σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς,
 
κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ,
 
ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ
 
δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις· 350
 
καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ,
 
καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ
 
ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο.
 
καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ.
 
καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ 355
 
θερμοτέραις ἀκτῖσι· καὶ ὡς πολίων ἀπὸ ταύρων
 
μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,
 
βροντᾶς δʼ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.
← Önceki 9 / 9

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi