Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 45

 
ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἄορ ἑλίσσων 200
 
πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης.
 
ἀλλʼ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας,
 
καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης,
 
θυρσομανὴς τότε Βάκχος ἐὸν βέλος ἠθάδι ῥοίζῳ
 
εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου 205
 
εἰς πλατὺν ἀνθερεῶνα, κατʼ ἀσφαράγοιο δὲ μέσσου
 
ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή·
 
ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ
 
ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ,
 
πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης· 210
 
ὑψώσας δὲ ῥέεθρα Τυφαονίης διὰ πέτρης
 
θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμευνῆς,
 
ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ.
 
ἀλλά, τέκος, πεφύλαξο, μή εἴκελα καὶ σὺ νοήσῃς,
 
Τυρσηνῶν ἄτε παῖδες, ἄτε θρασὺς υἱὸς Ἀρούρης. 215
 
εἶπε καὶ οὐ παρέπεισεν· ἀταρβήτῳ δὲ πεδίλῳ
 
εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ,
 
ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς
 
ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς·
 
Δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης 220
 
ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην,
 
ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις
 
μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας,
 
ἀλλὰ γόνυ κλίνειεν· ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν
 
μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην 225
 
φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης,
 
λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.
 
ὥς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ
 
ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης
 
ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου. 230
 
καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης
 
θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταὶ·
 
καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας,
 
δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ·
 
ἀλλʼ ὁ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ 235
 
ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ
 
δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ,
 
μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου
 
ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi