Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 45

 
πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου.
 
ὣς φαμένου Βρομίοιο δόμων ἐξέδραμε νύμφη
 
χάρματι λυσσήεντι κατάσχετος, ὄφρα νοήσῃ
 
νυμφίον Ἀκταίωνα παρήμενον ἰοχεαίρῃ·
 
καί οἱ ἐπειγομένῃ σφαλερῷ ποδὶ σύνδρομος αὔραις
 
εἰς ὅρος ἀκρήδεμνος ὁμάρτεε μαινὰς Ἀγαύη, 5
 
καὶ Κρονίης μάστιγος ἱμασσομένη φρένα κέντρῳ
 
ἄσκοπον ἐρροίβδησε μεμηνότι χείλεϊ φωνήν·
 
Οὐτιδανῷ Πενθῆι κορύσσομαι, ὄφρα δαείη,
 
θαρσαλέην ὅτι Κάδμος Ἀμαζόνα τίκτεν Ἀγαύην.
 
ἔμπλεος ἠνορέης καὶ ἐγὼ πέλον· ἢν ἐθελήσω, 10
 
καὶ γυμναῖς παλάμῃσιν ὅλον Πενθῆα δαμάσσω,
 
καὶ στρατιὴν εὔοπλον ἀτευχέι χειρὶ δαΐζω.
 
θύρσον ἔχω· μελίης οὐ δεύομαι, οὐ δόρυ πάλλω·
 
ἔγχεϊ δʼ ἀμπελόεντι δορυσσόον ἀνέρα βάλλω·
 
οὐ φορέω θώρηκα, καὶ εὐθώρηκα δαμάσσω. 15
 
κύμβαλα δʼ αἰθύσσουσα καὶ ἀμφιπλῆγα βοείην
 
κυδαίνω Διὸς υἷα, καὶ οὐ Πενθῆα γεραίρω.
 
Λύδιά μοι δότε ῥόπτρα· τί μέλλετε, θυιάδες ὧραι;
 
ἵξομαι εἰς σκοπέλους, ὅθι Μαινάδες, ἧχι γυναῖκες
 
ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ. 20
 
ζῆλον ἔχω, Λιόνυσε, λεοντοφόνοιο Κυρήνης·
 
φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ·
 
εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καἰ αὐτὴ
 
εὔιον ἀείδουσα χοροίτυπον ἴχνος ἑλίξω·
 
οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου, 25
 
οὐκέτι Βασσαρίδων στυγέω χορόν· ἀλλὰ καὶ αὐτὴ
 
δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή,
 
ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί.
 
ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος ἰοχεαίρης
 
δίκτυα κουφίζουσα, καὶ οὐ κλωστῆρας Ἀθήνης. 30
 
ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών,
 
ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης,
 
Βάκχον ἀνευάζουσα καἰ ἀείδουσα Θυώνην·
 
καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα,
 
καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν. 35
 
καὶ χορὸς ὲν σκοπέλοισιν ἔην πολύς· ἀμφὶ δὲ πέτραι
 
ἴαχον· ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης
 
ἠχὴ ποικιλόμορφος· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
 
μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών·
1 / 9 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi