Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 44

 
αἰθύσσων Κρονίην μανιώδεα Πανὸς ἱμάσθλην· 280
 
βακχεύσας δʼ ἀχάλινον Ἀρισταίοιο γυναῖκα
 
Αὐτονόην ἐκάλεσσε, καὶ ἴαχε θυιάδι φωνῇ·
 
Ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον· ἀρτιγάμου γὰρ
 
υἱέος εἰς ὑμέναιον ἐριδμαίνεις καὶ Ὀλύμπῳ·
 
αἰθέρος ἥρπασας εὖχος, ἐπεὶ λάχεν ἁβρὸν ἀκοίτην 285
 
Ἄρτεμις Ἀκταίωνα καὶ Ἐνδυμίωνα Σελήνη.
 
οὐ θάνεν Ἀκταίων, οὐκ ἔλλαχε θηρὸς ὀπωπήν,
 
οὐ στικτῆς ἐλάφοιο τανυγλώχινα κεραίην,
 
οὐ νόθον εἶδος ἔδεκτο, καὶ οὐκ ἐψεύσατο μορφήν,
 
οὐ κύνας ἀγρευτῆρας ἑοὺς ἐνόησε φονῆας· 290
 
ἀλλὰ κακογλώσσων στομάτων κενεόφρονι μύθῳ
 
υἱέος ὑμετέροιο μόρον ψεύσαντο βοτῆρες,
 
νυμφίον ἐχθαίροντες ἀνυμφεύτοιο θεαίνης.
 
οἶδα, πόθεν δόλος οὗτος· ἐπʼ ἀλλοτρίοις ὑμεναίοις
 
εἰς γάμον, εἰς Παφίην ζηλήμονές εἰσι γυναῖκες. 295
 
ἀλλὰ θυελλήεντι διαθρῴσκουσα πεδίλῳ
 
σπεῦδε μολεῖν ἀκίχητος ἐς οὔρεα· κεῖθι μολοῦσα
 
ὄψεαι Ἀκταίωνα συναγρώσσοντα Λυαίῳ,
 
Ἄρτεμιν ἐγγὺς ἔχοντα, καὶ αἰόλα δίκτυα θήρης
 
ἐνδρομίδας φορέοντα, καὶ ἀμφαφόωντα φαρέτρην. 300
 
ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον, ὅττι θεαίνης
 
εἰς γάμον ἐρχομένης ἑκυρὴ πέλες ἰοχεαίρης·
 
Ἰνοῦς καλλιτόκοιο μακαρτέρη, ὅττι θεαίνης
 
σὸς πάις ἔλλαχε λέκτρα, τὰ μὴ λάχεν Ὦτος ἀγήνωρ.
 
οὐ θρασὺς Ὠρίων πέλε νυμφίος ἰοχεαίρης. 305
 
χάρματι δʼ ἡβήσας σέθεν υἱέος εἵνεκα νύμφης
 
κωμάζει σέο Κάδμος ὀρεσσαύλῳ παρὰ παστῷ,
 
σείων ἠερίοις ἀνέμοις χιονώδεα χαίτην.
 
ἔγρεο, καὶ σὺ γένοιο γαμοστόλος, εὔλοχε μήτηρ·
 
ἅρμενος οὗτος Ἔρως, ὅτι νυμφίον Ἄρτεμις ἁγνὴ 310
 
υἷα κασιγνήτοιο καὶ οὐ ξένον εἶχεν ἀκοίτην.
 
ἀλλὰ θεὰ φυγόδεμνος ἐπήν ποτε παῖδα λοχεύσῃ,
 
υἱέα κουφίζουσα σαόφρονος ἰοχεαίρης
 
πήχεϊ παιδοκόμῳ ζηλήμονι δεῖξον Ἀγαύῃ.
 
τίς νέμεσίς ποτε τοῦτο, κυνοσσόος εἰ παρὰ παστῷ 315
 
ἤθελε θηρητῆρα λαγωβόλον υἷα λοχεῦσαι,
 
εἴκελον Ἀκταίωνι φιλοσκοπέλῳ τε Κυρήνῃ,
 
μητρῴων ἐλάφων ἐποχημένον ὠκέι δίφρῳ;
← Önceki 8 / 8

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi