Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 44

 
τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς.
 
ἤδη δʼ Ἰλλυρίης Δαυλάντιον ἔθνος ἀρούρης
 
καὶ πέδον Αἱμονίης καὶ Πήλιον ἄκρον ἐάσας
 
Ἑλλάδος ἐγγὺς ἵκανε, καὶ Ἀονίῃ παρὰ πέζῃ
 
στῆσε χορούς. ἀίων δὲ μέλος μυκήτορος αὐλοῦ
 
Πανὶ Ταναγραίῳ θιάσους ἐστήσατο ποιμήν· 5
 
καὶ κρήνη κελάδησεν, ὅπῃ χθονὸς ἄκρον ἀράξας
 
ὑγρὸς ὄνυξ ἵππειος ἐπώνυμον ἔγλυφεν ὕδωρ·
 
Ἀσωπὸς δʼ ἐχόρευε πυρίπνοα χεύματα σύρων
 
καὶ προχοὰς ἐλέλιξε· σὺν Ἰσμηνῷ δὲ τοκῆι
 
κυκλάδας αἰθύσσουσα ῥοὰς ὠρχήσατο Δίρκη. 10
 
καί ποτέ τις δρυόεντος ἀναΐξασα κορύμβου
 
ἡμιφανὴς ἐλίγαινεν Ἁμαδρυὰς ὑψόθι δένδρου,
 
οὔνομα κυδαίνουσα κορυμβοφόρου Διονύσου·
 
πηγαίη δʼ ὁμόφωνος ἀσάμβαλος ἴαχε Νύμφη.
 
καὶ κτύπος οὐρεσίφοιτος ἀδεψήτοιο βοείης 15
 
Πενθέος ἀσπόνδοισιν ἐπεσμαράγησεν ἀκουαῖς·
 
οἰνοφόρῳ δʼ ἀθέμιστος ἄναξ ἐπεχώσατο Βάκχῳ,
 
καὶ στρατιὴν ἐκόρυσσε μαχήμονα, κέκλετο δʼ ἀστοῖς
 
ἄστεος ἑπταπόροιο περιφράξαι πυλεῶνας·
 
οἱ μὲν ἐπεκλήισσαν ἀμοιβαδίς, ἐξαπίνης δὲ 20
 
αὐτόματοι κληῖδες ἀνωίγνυντο πυλάων,
 
καὶ δολιχοὺς πυλεῶνι μάτην ἐπέβαλλον ὀχῆας
 
ἠερίοις θεράποντες ἐριδμαίνοντες ἀήταις.
 
οὐ τότε τις πυλαωρὸς ἰδὼν ἀνεσείρασε Βάκχην·
 
Σειληνοὺς δὲ γέροντας ἀτευχέας ἀσπιδιῶται 25
 
ἔτρεμον αἰχμητῆρες· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
 
κεκλομένου βασιλῆος ἀφειδήσαντες ἀπειλῆς
 
πολλάκις ὠρχήσαντο, σὺν εὐτύκτοις δὲ βοείαις
 
κυκλάδος ἐστήσαντο σακεσπάλον ἅλμα χορείης,
 
ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων.
 
φρικαλέαι δʼ ἰάχησαν ἐν οὔρεσι λυσσάδες ἄρκτοι· 30
 
καὶ γένυν αἰθύσσουσα καὶ ὑψιπότητον ἐρωὴν
 
πόρδαλις ᾐώρητο· λέων δέ τις ἁβρὸν ἀθύρων
 
μειλίχιον βρύχημα συνήλικι πέμπε λεαίνῃ.
 
ἤδη δʼ αὐτοέλικτος ἐσείετο Πενθέος αὐλὴ 35
 
ἀκλινέων σφαιρηδὸν ἀναΐσσουσα θεμέθλων·
 
καὶ πυλεὼν δεδόνητο θορὼν ἐνοσίχθονι παλμῷ,
 
πήματος ἐσσομένοιο προάγγελος· αὐτόματος δὲ
 
λάινος Ὀγκαίης ἐλελίζετο βωμὸς Ἀθήνης,
1 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi