Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 43

 
Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων, 320
 
καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ
 
ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔρνος Ἐνυοῦς,
 
καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν
 
δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας
 
θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς. 325
 
ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου
 
Σειληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ
 
ἔγχεϊ κισσήεντι διʼ ὕδατος ἤλασεν Ἰνώ.
 
ἄλλῳ δʼ ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη
 
θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης, 330
 
Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης
 
Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς
 
πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ
 
δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,
 
οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ 335
 
Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ.
 
ὑψινεφὴς δʼ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ
 
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὀγκῷ
 
χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ·
 
καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ 340
 
ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ
 
ἀλλοφανὴς κεχάλαστο διʼ ἰξύος ὄρθιος οὐρή.
 
Σειληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν
 
ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου
 
συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν. 345
 
καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις
 
Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη,
 
καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου
 
θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ
 
πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ. 350
 
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
 
ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ,
 
οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ·
 
λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ
 
σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ 355
 
Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης
 
ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ,
 
θάμβος ἰδεῖν. κινυρὴ δὲ παρʼ ᾐόνι γείτονι πόντῳ
 
φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi