Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 43

 
ἰχθύας ὠκυπόροισιν ἐοικότας ἤλασαν ἵπποις. 280
 
ἄλλη δʼ ἀντικέλευθον ἁλίδρομον εἶχε πορείην
 
ἡνίοχος δελφῖνος ὑπερκύψασα θαλάσσης,
 
νώτῳ δʼ ἰχθυόεντι καθιππεύουσα γαλήνης
 
ὑγρομανῆ δρόμον εἶχε· μανεὶς δέ τις ὑγρὸς ὁδίτης
 
μεσσοφανὴς δελφῖνας ὁμόζυγας ἔσχισε δελφίς. 285
 
καὶ ποταμοὶ κελάδησαν ἐς ὑσμίνην Διονύσου
 
θαρσύνοντες ἄνακτα, καὶ ἀενάων ἀπὸ λαιμῶν
 
ὑδατόεν μύκημα κεχηνότος Ὠκεανοῖο
 
ἄγγελος ὑσμίνης Ποσιδήιος ἔβρεμε σάλπιγξ·
 
καὶ πελάγη κυρτοῦτο συναιχμάζοντα τριαίνῃ· 290
 
Ἰκαρίῳ Μυρτῷος ἐπέτρεχεν, ἀγχιφανὴς δὲ
 
ἑσπερίῳ Σαρδῷος, Ἴβηρ ἐπεσύρετο Κελτῷ
 
οἰδαίνων πελάγεσσι, καὶ ἠθάδι δίζυγι πόντῳ
 
Βόσπορος ἀστήρικτος ἐμίγνυε καμπύλον ὕδωρ,
 
Αἰγαίου δὲ ῥέεθρα συναιθύσσοντες ἀέλλῃ 295
 
Ἰονίης κενεῶνες ἐμαστίζοντο θαλάσσης
 
συζυγέες, Σικελῆς δὲ παρὰ σφυρὰ θυιάδος ἅλμης
 
κύμασι πυργωθεῖσα συνέκτυπεν Ἀδριὰς ἅλμη
 
ἀγχινεφής· καὶ κόχλον ἑλὼν ὑπὸ Σύρτιος ὕδωρ
 
εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς· 300
 
καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης
 
εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ
 
οὕρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ
 
μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου·
 
καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου 305
 
ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης.
 
Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,
 
ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης
 
εἰς μόθον ὑδατόεντα κορύσσετο φοντάδι λύσσῃ,
 
ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ· 310
 
ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων
 
νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ,
 
βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς·
 
ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης
 
ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ, 315
 
Μαιονὶς ἀκρήδεμνος ὑπεβρυχᾶτο Μιμαλλών,
 
καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης,
 
μιμηλαῖς γενύεσσιν ὑπαφριόωσα θαλάσσῃ.
 
Σειληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi