Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 42

 
αὐχένα γαῦρον ἄειρεν ἀγαλλομένη χάριν ἥβης,
 
ὅττι, γυνή περ ἐοῦσα, φυὴν ἤικτο θεαίνῃ·
 
οὐδὲ δόλον γίνωσκε νοοπλανέος Διονύσου.
 
καὶ πλέον ἄχνυτο Βάκχος, ἐπεὶ πόθον οὐ μάθε κούρη
 
νήπιον ἦθος ἔχουσα, καὶ ἤθελεν, ὄφρα δαείη
 
οἶστρον ἑὸν βαρύμοχθον, ἐπισταμένης ὅτι κούρης 170
 
ὄψιμος ἠιθέῳ περιλείπεται ἐλπὶς Ἐρώτων
 
ἐσσομένης φιλότητος, ἐπʼ ἀπρήκτῳ δὲ μενοινῇ
 
ἀνέρες ἱμείρουσιν, ὅτʼ ἀγνώσσουσι γυναῖκες.
 
καὶ θεὸς ἦμαρ ἐπʼ ἦμαρ ἔσω πιτυώδεος ὕλης 175
 
δείελος, εἰς μέσον ἦμαρ, Ἑώιος, Ἕσπερος ἕρπων,
 
παρθενικῇ παρέμιμνε, καὶ ἤθελεν εἰσέτι μίμνειν·
 
πάντων γὰρ κόρος ἐστὶ παρʼ ἀνδράσιν, ἡδέος ὕπνου
 
μολπῆς τʼ εὐκελάδοιο καὶ ὁππότε κάμπτεται ἀνὴρ
 
εἰς δρόμον ὀρχηστῆρα· γυναιμανέοντι δὲ μούνῳ 180
 
οὐ κόρος ἐστὶ πόθων· ἐψεύσατο βίβλος Ὁμήρου.
 
καὶ μογέων Διόνυσος ὑπεβρυχᾶτο σιωπῇ,
 
δαιμονίῃ μάστιγι τετυμμένος, ἔνδοθι πέσσων
 
κρυπτὸν ἀκοιμήτων ὑποκάρδιον ἕλκος Ἐρώτων,
 
ὡς δʼ ὅτε βοῦς ἀκίχητος ἔσω πλαταμῶνος ὁδεύων 185
 
ἑσμὸν ὀρεσσινόμων παρεμέτρεεν ἠθάδα ταύρων
 
οἰστρηθεὶς ἀγέληθεν, ὃν εὐπετάλῳ παρὰ λόχμῃ
 
βουτύπος ὀξυόεντι μύωψ ἐχαράσσετο κέντρῳ
 
ἀπροϊδής, ὀλίγῳ δὲ δέμας βεβολημένος οἴστρῳ
 
τηλίκος ἐστυφέλικτο, καὶ ὄρθιον ὑψόθι νώτου 190
 
ἂψ ἀνασειράζων παλινάγρετον ἔσπασεν οὐρὴν
 
κυρτὸς ἐπιτρίβων σκοπέλων ῥάχιν, ἀντίτυπον δὲ
 
ὀξὺ κέρας δόχμωσεν ἀνούτατον ἠέρα τύπτων·
 
οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι νίκη,
 
βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ. 195
 
ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς Ἀφροδίτην
 
Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην,
 
καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν Ἐρώτων.
 
καὶ καμάτους Βάκχοιο πυριπνείοντας ἀκούων 200
 
Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινῇ
 
οἰκτείρων δυσέρωτα δυσίμερος· εἶπε δὲ βουλὴν
 
Κυπριδίην· ὀλίγην δὲ παραίφασιν εἶχεν Ἐρώτων
 
ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης·
 
Ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας· 205
 
καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi