Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 42

 
καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου
 
ἁβρότεροι γεγάασιν, ὅτʼ ἀπλεκέες καὶ ἀλῆται
 
χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ.
 
καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν,
 
οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ, 90
 
χείλεσι καρχαλέοισι· καθελκομένῳ δὲ καρήνῳ
 
κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη
 
χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ,
 
ἄχρι κορεσσαμένη λίπε νάματα· χαζομένης δὲ
 
ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ 95
 
κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην,
 
νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ.
 
καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ
 
πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη·
 
Ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες· οὐ δύναται γὰρ 100
 
σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο,
 
εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας
 
νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ,
 
ἀλλʼ ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν· ὑγροπόρου δὲ
 
μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην, 105
 
ὅττι τόσοις ῥοθίοισι διʼ ὕδατος ὕδατα σύρων
 
οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ὁδίτης.
 
ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχροον ὕδωρ
 
νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.
 
καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων 110
 
εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ
 
ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν,
 
οἶά περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην·
 
Παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ·
 
φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην 115
 
ὑδατόεις κλέψειεν ἐν ὕδασι κυανοχαίτης,
 
ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ
 
Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους·
 
καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην
 
ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς. 120
 
ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς ἐνοσίχθων,
 
καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ
 
διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.
 
εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,
 
ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην 125

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi