Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 42

 
μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων
 
ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν.
 
εὐμενέες δὲ γένεσθε μετὰ κλόνον· ἀμφότεροι δὲ
 
φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ
 
κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης. 525
 
ὣς φαμένης μνηστῆρες ἐπῄνεον· ἀμφοτέροις δὲ
 
ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ
 
καὶ Στύγιαι ῥαθάμιγγες· ἐπιστώσαντο δὲ Μοῖραι
 
συνθεσίας· καὶ Δῆρις ἀέξετο πομπὸς Ἐρώτων
 
καὶ Κλόνος· ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ. 530
 
οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος
 
σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου,
 
μάρτυρες ὑσμίνης Λιβανηίδος ὑψόθι πέτρης.
 
ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ·
 
κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης 535
 
βοσκομένην ἐδίωκε πελειάδα· τὴν δέ τις ἄφνω
 
ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη,
 
φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων.
 
καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης·
 
ἔμπης δʼ εἰς μόθον ἦλθεν. ἐπʼ ἀμφοτέρων δὲ κυδοιμῷ 540
 
ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων,
 
δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων.
← Önceki 14 / 14

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi