Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 42

 
κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης,
 
ἴκμια διψαλέοιο διʼ οὔρεος ἴχνια πάλλων,
 
παρθενικὴν μάστευε Ποσειδάων μετανάστης,
 
ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ·
 
καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης 445
 
οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ
 
εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
 
κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην·
 
ὀξὺ δὲ λεπταλέοιο διʼ εἵματος οἷα κατόπτρῳ
 
ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο κούρης, 450
 
οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων
 
στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς
 
μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην,
 
δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου,
 
παπταίνων ἀκόρητος ὅλον δέμας· οἰστρομανὴς δὲ 455
 
εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων ἐνοσίχθων
 
μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ
 
παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ·
 
Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει·
 
οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου 460
 
οὔνομα καλλιτόκοιο φατίζεται· οὐκέτι μέλψω
 
Νάξον ἀειδομένην εὐπάρθενον· ἀλλὰ καὶ αὐτὴ
 
εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων·
 
οὐ Πάφος, οὐκέτι Λέσβος, Ἀμυμώνης δὲ τιθήνη
 
ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο, 465
 
μούνην ἀμφιέπουσα μίαν Χάριν· ὁπλοτέρη γὰρ
 
τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη.
 
παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις· οὐ σέο μήτηρ
 
ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη·
 
πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης· 470
 
σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρά τις εἴπῃ,
 
ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις ἐννοσιγαίου
 
πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου
 
Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης.
 
οὔ σοι Βασσαρίδας μανιώπεας ἐγγυαλίξω, 475
 
οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σειληνὸν ὀπάσσω·
 
ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς
 
Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω·
 
δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην·
 
καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi