Kitap 42
τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον ἐννοσιγαίου.
ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ
θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων
ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ,
τόξα φέρων φλογόεντα. κατωμαδίη δὲ καὶ αὐτὴ
μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη.
5
ὡς δʼ ὁπότʼ ἀννεφέλοιο διʼ αἰθέρος ὀξὺς ὁδίτης
ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ,
ἤ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ,
αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ·
ὥς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ,
10
παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων,
ἠερόθεν ῥοίζησε· καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ
ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ,
παρθενικῆς ὑπʼ ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων
διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων,
15
δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης.
τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου,
ὅς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων
ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου
πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων,
20
καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς
θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν.
ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ
δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,
βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ,
25
εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης,
οἰστρήσας δʼ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης
διπλόον ἕδνον ἔρωτος ἅγειν ἁλιγείτονι κούρῃ,
ναύμαχον ὑγρὸν Ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.
καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει
30
εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ
θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην·
Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας·
ἔφλεγε δʼ, ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς.
ἀμφοτέρους δʼ οἴστρησε· διʼ αἰθερίης δὲ κελεύθου
35
κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις
νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ,
τοῖον ἔπος βοόων φιλοκέρτομον· ἀνέρας οἴνῳ
εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.