Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 41

 
εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς 320
 
λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν;
 
ὅττι πολυχρονίοιο πόθου δεδονημένον οἴστρῳ
 
Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων
 
εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν
 
Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων 325
 
μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ,
 
ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει
 
θεσμὰ Δίκης, ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου
 
ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ
 
ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς 330
 
κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ.
 
ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ
 
Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ
 
πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν,
 
παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον ἔννομος Ἑρμῆς 335
 
τοῦτο γέρας μεθέηκε, βιαζομένους ἵνα μούνη
 
ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.
 
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
 
Γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων·
 
ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου, 340
 
καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων.
 
πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης·
 
δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει
 
στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν·
 
οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος· ὑμετέρου γὰρ 345
 
ἀστέρος Ἠῴοιο φέρει τύπον· ἑπταπόρων δὲ
 
τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων·
 
πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης·
 
καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης·
 
ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα φαίνων. 350
 
τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου
 
γράμματι ξοινικόεντι γέρων ἐχάραξεν Ὀφίων.
 
ἀλλʼ, ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν,
 
πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω·
 
εἴτʼ οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης, 355
 
Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἰ δὲ καὶ αὐτὴ
 
Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἰ δέ τις ἄλλη.
 
οὐκ ἐδάην· Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει,
 
τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi