Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 41

 
ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις· 280
 
καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου
 
δμωίδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων
 
Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου,
 
καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης,
 
καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα, 285
 
καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ
 
ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.
 
κεῖθι Χάρις προθοροῦσα, συνέμπορος ἀφρογενείῃ,
 
Εὔρου κόψε θύρετρον Ἐώιον· ἐνδόμυχος δὲ
 
Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος 290
 
ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ
 
Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου
 
ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ.
 
ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης
 
κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος 295
 
πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ
 
οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων,
 
συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ·
 
καὶ ποταμοὺς ποίκιλλεν, ἐπʼ ἀνδρομέῳ δὲ μετώπῳ
 
ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών· 300
 
καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος
 
ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου.
 
ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ
 
ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην.
 
καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος 305
 
θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν·
 
καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ
 
φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης,
 
δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου
 
τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην. 310
 
καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης
 
Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου
 
Κύπριν ὀπιπεύουσα κατηφέι μάρτυρι μορφῇ
 
παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ·
 
Ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης, 315
 
ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς
 
ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι
 
 
ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi