Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 40

 
χεῖρας ἐφαπλώσασα μέση διδυμάονι πόντῳ,
 
γείτονι λευκαίνουσα θαλασσαίῳ δέμας ἀφρῷ,
 
καὶ πόδας ἀμφοτέρους ἐπερείσατο μητέρι γαίῃ.
 
καὶ πόλιν ἐννοσίγαιος ἔχων ἀστεμφέι δεσμῷ
 
νυμφίος ὑδατόεις περινήχεται, οἷα συνάπτων 325
 
πήχεϊ παφλάζοντι περίπλοκον αὐχένα νύμφης.
 
καὶ Τύρον εἰσέτι Βάκχος ἐθάμβεε, τῇ ἔνι μούνῃ
 
βουκόλος ἀγχικέλευθος ὁμίλεε γείτονι ναύτῃ
 
συρίζων παρὰ θῖνα, καὶ αἰπόλος ἰχθυβολῆι
 
δίκτυον αἶ ἐρύοντι, καὶ ἀντιτύποισιν ἐρετμοῖς 330
 
σχιζομένων ὑδάτων ἐχαράσσετο βῶλος ἀρότρῳ·
 
εἰναλίης δʼ ὀάριζον ὁμήλυδες ἐγγύθι λόχμης
 
ποιμένες ὑλοτόμοισι, καὶ ἔβρεμεν εἰν ἑνὶ χώρῳ
 
φλοῖσβος ἁλός, μύκημα βοῶν, ψιθύρισμα πετήλων,
 
πεῖσμα, φυτόν, πλόος, ἄλσος, ὕδωρ, νέες, ὁλκάς, ἐχέτλη, 335
 
μῆλα, δόναξ, δρεπάνη, σκαφίδες, λίνα, λαίφεα, θώρηξ.
 
καὶ τάδε παπταίνων πολυθαμβέα ῥήξατο φωνήν·
 
Νῆσον ἐν ἠπείρῳ πόθεν ἔδρακον; εἰ θέμις εἰπεῖν,
 
τηλίκον οὕ ποτε κάλλος ἐσέδρακον· ὑψιτενῆ γὰρ
 
δένδρεα συρίζει παρὰ κύματα, Νηρεΐδος δὲ 340
 
φθεγγομένης κατὰ πόντον Ἀμαδρυὰς ἐγγὺς ἀκούει,
 
καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
 
πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης
 
ἄσθματι καρποτόκῳ προχέει νηοσσόον ἀήτην,
 
ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων, 345
 
καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ
 
φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ,
 
κωφῆς ἄβροχον ἅρμα καθιππεύοντι γαλήνης,
 
ἰθύνειν δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων,
 
ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων. 350
 
ὦπι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών,
 
συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.
 
ὣς εἰπὼν παράμειβε διʼ ἄστεος ὄμμα τιταίνων·
 
καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ
 
μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου· 355
 
καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς
 
καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης
 
Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα,
 
μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός· ἀρχεγόνους δὲ
 
πηγὰς θάμβεε μᾶλλον ὅπῃ χθονίου διὰ κόλπου 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi