Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 40

 
Βάκχος ἑλὼν ὀλέσῃ με σὺν ὀλλυμένῳ παρακοίτῃ,
 
καί με λαβὼν ῥίψειεν ἐς ὠκυρέεθρον Ὑδάσπην,
 
γαῖαν ἀναινομένην· ἐχέτω δέ με πενθερὸν ὕδωρ,
 
Δηριάδην δʼ ἐσίδω καὶ ἐν ὕδασι· μηδὲ νοήσω
 
Πρωτονόην ἀέκουσαν ἐφεσπομένην Διονύσῳ, 205
 
μή ποτε Χειροβίης ἕτερον γόον οἰκτρὸν ἀκούσω
 
ἑλκομένης ἐς ἔρωτα δορικτήτων ὑμεναίων·
 
μὴ πόσιν ἄλλον ἴδοιμι μετʼ ἀνέρα Δηριαδῆα.
 
εἴην Νηιάδεσσιν ὀμέστιος, ὅττι καὶ αὐτὴν
 
Λευκοθέην ζώουσαν ἐδέξατο κυανοχαίτης, 210
 
καὶ μία Νηρεΐδων κικλήσκεται, ἀντὶ δὲ λευκῆς
 
ἄλλη κυανόπεζα φανήσομαι ὑδριὰς Ἰνώ.
 
τοῖα μὲν ἑλκεχίτωνες ἐπωδύροντο γυναῖκες
 
ἱστάμεναι στοιχηδὸν ἐρισμαράγων ἐπὶ πύργων.
 
βάκχοι δʼ ἐκροτάλιζον ἀπορρίψαντες Ἐνυώ, 215
 
τοῖον ἔπος βοόωντες ὁμογλώσσων ἀπὸ λαιμῶν·
 
Ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν ὄρχαμον Ἰνδῶν.
 
καὶ γελόων Διόνυσος ἐπάλλετο χάρματι νίκης,
 
ἀμπνεύσας δὲ πόνοιο καὶ αἱματόεντος ἀγῶνος
 
πρῶτα μὲν ἐκτερέιξεν ἀτυμβεύτων στίχα νεκρῶν, 220
 
δωμήσας ἕνα τύμβον ἀπείριτον εὐρέι κόλπῳ
 
ἄκριτον ἀμφὶ πυρὴν ἑκατόμπεδον· ἀμφὶ δὲ νεκροῖς
 
Μυγδονὶς αἰολόμολπος ἐπέκτυπεν αἴλινα σύριγξ,
 
καὶ Φρύγες αὐλητῆρες ἀνέπλεκον ἄρσενα μολπὴν
 
πενθαλέοις στομάτεσσιν, ἐπωρχήσαντο δὲ Βάκχαι 225
 
ἁβρὰ μελιζομένοιο Γανύκτορος Εὐάδι φωνῇ·
 
καὶ Κλεόχου Βερέκυντες ὑπὸ στόμα δίζυγες αὐλοὶ
 
φρικτὸν ἐμυκήσαντο Λίβυν γόον, ὃν πάρος ἄμφω
 
Σθεννώ τʼ Εὐρυάλη τε μιῇ πολυδειράδι φωνῇ
 
ἀρτιτόμῳ ῥοιζηδὸν ἐπεκλαύσαντο Μεδούσῃ 230
 
φθεγγομένων κεφαλῇσι διηκοσίῃσι δρακόντων,
 
ὧν ἄπο μυρομένων σκολιὸν σύριγμα κομάων
 
θρῆνον πουλυκάρηνον ἐφημίξαντο Μεδούσης.
 
παυσάμενος δὲ πόνοιο, καὶ ὕδατι γυῖα καθήρας,
 
ὤπασε λυσιμόθοισι θεουδέα κοίρανον Ἰνδοῖς, 235
 
κρινάμενος Μωδαῖον· ἐπὶ ξυνῷ δὲ κυπέλλῳ
 
Βάκχοις δαινυμένοισι μιῆς ἥψαντο τραπέζης
 
ξανθὸν ὕδωρ πίνοντες ἀπʼ οἰνοπόρου ποταμοῖο.
 
καὶ χορὸς ἄσπετος ἔσκεν· ἐπεσκίρτησε δὲ πολλὴ
 
Βασσαρὶς οἰστρήεντι πέδον κρούουσα πεδίλῳ, 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi