Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 40

 
καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ,
 
καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης.
 
τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης
 
αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη·
 
Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην, 525
 
ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου
 
γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα,
 
αἰετὸν αὐτοκέλευθον ἐδαιτρεύσαντο μαχαίρῃ
 
Ζηνὶ καὶ ὑγρομέδοντι· δαϊζομένου δὲ σιδήρῳ
 
ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶν 530
 
θέσκελον ἔρρεεν αἷμα, θαλασσοπόρους δὲ κολώνας
 
δαιμονίαις λιβάδεσσιν ἐπερρίζωσε θαλάσσῃ
 
ἄγχι Τύρου παρὰ πόντον· ἐπʼ ἀρραγέεσσι δὲ πέτραις
 
Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην.
 
σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων 535
 
ἔννεπον αὐτολόχευτον Ὀλύμπιον, ὄφρα δαείης
 
ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην·
 
ἀμφὶ δὲ πηγάων μυθήσομαι· ἀρχέγονοι γὰρ
 
παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ
 
θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκων 540
 
τοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις·
 
 
 
 
545
 
 
 
 
 
550
 
 
 
 
 
555
 
 
 
 
 
560

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi