Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 40

 
τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν, πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου.
 
οὐ δὲ Δίκην ἀλέεινε πανόψιον, οὐδὲ καὶ αὐτῆς
 
ἀρραγέος κλωστῆρος ἀκαμπέα νήματα Μοίρης·
 
ἀλλά μιν ἀθρήσασα πεφυζότα Παλλὰς Ἀθήνη—
 
ἕζετο γὰρ κατὰ πόντον ἐπὶ προβλῆτος ἐρίπνης,
 
ναύμαχον εἰσορόωσα κορυσσομένων μόθον Ἰνδων— 5
 
ἐκ σκοπιῆς ἀνέπαλτο, καὶ ἄρσενα δύσατο μορφήν·
 
κλεψινόοις δʼ ὀάροισι παρήπαφεν ὄρχαμον Ἰνδῶν,
 
Μορρέος εἶδος ἔχουσα, χαριζομένη δὲ Λυαίῳ
 
Δηριάδην ἀνέκοψε, καὶ ὡς ἀλέγουσα κυδοιμοῦ
 
φρικτὸν ἀπερροίβδησεν ἔπος πολυμεμφέι φωνῇ· 10
 
Φεύγεις, Δηριάδη; τίνι κάλλιπες Ἄρεα νηῶν;
 
πῶς δύνασαι ναέτῃσι φανήμεναι; ἢ πόθεν ἄντην
 
ὄψεαι Ὀρσιβόην μενεδήιον, αἴ κεν ἀκούσῃ
 
Δηριάδην φεύγοντα καὶ οὐ μίμνοντα γυναῖκας;
 
αἴδεο Χειροβίην ῥηξήνορα, μή σε νοήσῃ 15
 
ὑσμίνην ἀσίδηρον ὑποπτήσσοντα Λυαίου,
 
ἣ δόρυ θοῦρον ἔχουσα καὶ ὀχλίζουσα βοείην
 
μάρνατο Βασσαρίδεσσι, συνεσπομένη παρακοίτῃ.
 
χάζεό μοι Μορρῆι λιπὼν μόθον· ἢν δʼ ἐθελήσῃς,
 
αὐτὸς ἀριστεύσω καὶ ἀνάλκιδα Βάκχον ὀλέσσω. 20
 
πενθερὸν οὐ καλέσω σε πεφυζότα, σεῖο δὲ κούρης
 
ἔστω Χειροβίης ἕτερος πόσις· αἰδόμενος γὰρ
 
καλλείψω τεὸν ἄστυ, καὶ ἵξομαι εἰς χθόνα Μήδων,
 
ἵξομαι εἰς Σκυθίην, ἵνα μὴ σέο γαμβρὸς ἀκούσω.
 
ἀλλʼ ἐρέεις· 25
 
εἰσὶν Ἀμαζονίδες περὶ Καύκασον, ὁππόθι πολλαὶ
 
Χειροβίης πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες·
 
κεῖθι δορικτήτην βριαρὴν ἀνάεδνον ἀκοίτης
 
εἰς γάμον, ἢν ἐθέλω, μίαν ἄξομαι· ἐν θαλάμοις γὰρ
 
οὐ δέχομαι σέο παῖδα φυγοπτολέμοιο τοκῆος. 30
 
ὣς φαμένη παρέπεισεν ἀγήνορα Δηριαδῆα,
 
καί οἱ θάρσος ἔδωκε τὸ δεύτερον, ὄφρα δαμείη
 
μαρναμένου Βρομίοιο τυπεὶς φθισήνορι θύρσῳ.
 
καὶ θρασὺς ἀγνώσσων δολίην παρεοῦσαν Ἀθήνην
 
ψευδομένου Μορρῆος ἐλεγχέα μῦθον ἀκούων 35
 
χείλεσιν αἰδομένοισι παρήγορον ἴαχε φωνήν·
 
Φείδεο σῶν ἐπέων· τί με μέμφεαι, ἄτρομε Μορρεῦ;
 
οὐ πρόμος, οὐ πρόμος οὗτος, ἑὸν δέμας αἰὲν ἀμείβων.
 
καὶ γὰρ ἀμηχανέω, τίνι μάρναμαι ἢ τίνα βάλλω·
1 / 15 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi