Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 4

 
Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους 200
 
καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν
 
χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,
 
πάσας δʼ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ
 
τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
 
ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος· 205
 
πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.
 
καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ
 
Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ
 
Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
 
Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης 210
 
γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης
 
λάτριν ἔχων πομπῆα διʼ ἄστεος ἄχρι θαλάσσης.
 
παρθενικὴν δʼ ὁρόωσα παρʼ ᾐόνας ὑψόθι πόντου
 
ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,
 
Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη· 215
 
Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς
 
ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων;
 
ἥν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην
 
οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος εἰς πόθον ἕλκεις;
 
πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος εἰπὲ τεκούσῃ· 220
 
 
Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ
 
νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην,
 
τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκῳ δὲ μερίμνῃ
 
μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης. 225
 
ὣς φαμένης ἑτάρους ὑπὲρ ᾐόνα Κάδμος ἐπείγων
 
ὁλκάδος ἰθυπόροιο παλίμπορα πείσματα λύσας
 
εἰαρινῷ κόλπωσεν ἀχείμονι λαῖφος ἀήτῃ·
 
διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφῳ
 
δουροπαγές πόμπευε διʼ οἴδματος ἅρμα θαλάσσης, 230
 
ἰσάζων ἑκάτερθε νεὼς πόδας, οἷα δὲ Φοῖνιξ,
 
ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην,
 
πηδαλίῳ παρέμιμνεν· ἐπὶ πρύμνῃ δὲ καὶ αὐτὴν
 
Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυε κούρην
 
νηὸς ἰδὼν ξείνους ἐπιβήτορας, οὓς τότε ναῦται 235
 
μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ
 
ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν·
 
Αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος· οὐ νέμεσις γὰρ
 
υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi