Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 4

 
οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν, 120
 
οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει
 
Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη,
 
τῇ ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης.
 
εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,
 
σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ. 125
 
οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον· αὐτόματον γὰρ
 
εἰαρινὸν δώρημα φύσις δωρήσατο Κάδμῳ·
 
εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν
 
ἡδὺ μέλι στάζουσαν· ἐρωτοτόκου δὲ προσώπου
 
ὡς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ 130
 
δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν
 
μεσσόθι πορφύροντα, καὶ ὡς κρίνον εἰσὶν ἀγοστοί.
 
καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω
 
χροιῇ ὀνειδίζουσα Θεραπναίης ὑακίνθου.
 
εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς 135
 
ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη
 
φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας
 
αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ.
 
χείλεα σιγήσαιμι· τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων,
 
πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν, 140
 
καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν
 
αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω·
 
δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ
 
δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα
 
κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου· 145
 
αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω
 
δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου
 
τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας
 
ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,
 
χείλεσιν ἡμετέρουσι μεμυκότα χείλεα πήξας, 150
 
τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ
 
εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω
 
αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ
 
λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
 
οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ· 155
 
καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω
 
θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,
 
καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ
 
εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi