Kitap 4
ἀτρεκὲς Ἀσσυρίης ἀπὸ πατρίδος αἷμα κομίζει,
80
ἧχι ῥόος χαρίεντος Ἀδώνιδος· ἱμερόεις γὰρ
ἐκ Λιβάνου νέος οὗτος, ὅπῃ Κυθέρεια χορεύει.
ἤλιτον· οὐ τάχα Κάδμον ἐπιχθονίη τέκε γαστήρ,
ἀλλὰ Διὸς γένος ἔσχεν, ἑὴν δʼ ἐψεύσατο φύτλην.
οἶδα, πόθεν νέος οὗτος Ὀλύμπιος· εἴ ποτε Μαίῃ
85
σύγγονον Ἠλέκτρην Τιτήνιος ἤροσεν Ἄτλας,
Ἁρμονίῃ πόσις ἦλθεν ἀνεψιὸς ἄπτερος Ἑρμῆς,
οὐδὲ μάτην Καδμῖλος ἀείδεται· οὐρανίην γὰρ
μορφὴν μοῦνον ἄμειψε καὶ εἰσέτι Κάδμος ἀκούει.
εἰ δὲ πέλει θεὸς ἄλλος ἔχων βροτοειδέα μορφήν,
90
Ἠμαθίων τάχα Φοῖβον ἑῷ ξείνισσε μελάθρῳ.
παρθένε πασιμέλουσα, μακαρτέρη ἐσσὶ τεκούσης
εἰς πόθον, εἰς ὑμέναιον Ὀλύμπιον· ἆ μέγα θαῦμα,
λάθριος Ἠλέκτρην νυμφεύσατο μητίετα Ζεύς,
ἀμφαδὸν Ἁρμονίην μνηστεύεται αὐτὸς Ἀπόλλων·
95
ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος· αἴθε καὶ αὐτῆς
Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων·
οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη,
οὐ νόον Ἁρμονίης μιμήσομαι· ἀλλὰ λιποῦσα
κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας,
100
ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους.
μέμνημαί ποτε τοῖον ἐγὼ τύπον· ἡμετέρῳ γὰρ
εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι
Πύθιον εἶδον ἄγαλμα, καὶ ὡς τεὸν εἶδον ἀλήτην,
ὠισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν.
105
ἀλλʼ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην·
χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας· ἢν δʼ ἐθελήσῃς,
δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου
χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω,
καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης
110
καὶ δόμον, ἢν ἐθέλῃς, πατρώιον· εἰ θέμις εἰπεῖν,
δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας
ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην.
παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις
στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμῳ
115
ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω.
μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει
εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη.
παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου.