Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 4

 
ἰχνεύων δὲ τέταρτον ὑπὲρ πόντοιο νοήσεις Ἁρμονίην πλώουσαν ὁμόστολον ἥλικι Κάδμῳ.
 
ὣς εἰπὼν ἐς Ὄλυμπον ἐύρραπις ἤιεν Ἑρμῆς
 
αἰθύσσων πτερὰ κοῦφα, τιταινομένων δὲ πεδίλων
 
σύνδρομος ἠερίοισιν ἐρέσσετο ταρσὸς ἀήταις.
 
οὐδὲ γυνὴ Θρήισσα, κυβερνήτειρα Καβείρων, A line has dropt out, having the sense suggested in the text.
 
ἀλλὰ Διὸς σέβας εἶχε, καὶ Ἄρεος ἄζυγι κούρῃ 5
 
ὄρθια δινεύουσα νοήμοι δάκτυλα παλμῷ
 
Ἁρμκονίην ἐκάλεσσε τύπῳ τεχυήμονι φωνῆς·
 
ἡ δὲ τιταινομένη βλεφάρων ἀντώτιον αἴγλην
 
Ἠλέκτρης ἀγέλαστον ἐδέρκετο κύκλον ὀπωπῆς,
 
καὶ βαθὺν ἀφράστοιο νεόσσυτον ὄγκον ἀνίης 10
 
σιγαλέαι κήρθκε ἐμκαντεύοντο παρειαί.
 
παγθενικὴ δʼ ἀνέπαλτο καὶ ὡμάρτησε τεκούσῃ
 
εἰς δόμον αἰπύδμητον· ἀναπτύξασα δὲ μήτηρ
 
ἑπταμύχου θαλάμοιο πολυσφρήτιστον ὀχῆα
 
λάινον οὐδὸν ἄμειψε· φιλοστόργῳ δὲ μενοινῇ 15
 
ἄστατα ταρβαλέης ἐλελίζετο γούνατα νύμφης·
 
καὶ παλάμην ῥοδόπηχυν ἑῆς ἀνεκούφισε κούρης
 
δραξαμένη παλάμῃ χιονώδεϊ· καὶ τάχα φαίης
 
ἥβην χειρὸς ἔχουσαν ἰδεῖν λευκώλενον Ἥρην.
 
ἀλλʼ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις 20
 
λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου,
 
παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρθε νύμφη
 
εἰς θρόνον εὐποίητον· ἀμοιβαίῳ δὲ καὶ αὐτὴ
 
ἑζομένη στοιχηδὸν ἐπʼ ἀργυροφεγγέι δίφρῳ
 
ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρῃ, 25
 
καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῇ
 
ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ.
 
παρθενικὴ δʼ ἀίουσα πολυπλάγκτους ὑμεναίους
 
καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην,
 
ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος 30
 
ξεινοδόκος Κάδμοιο βοοσσόος ἔννεπεν Ἐρμῆς·
 
καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξῃ
 
συζυγίην φερέοκον ἀδωροδόκων ὑμεναίων·
 
καὶ παλάμῃ κρατέουσα κατηφέι χεῖρα τιθήνης
 
δάκρυαι μυδαλέη πολυξμεμφέα ῥήξατο φωνήν· 35
 
Μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην;
 
οὕτωι σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις;
 
ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει;
 
ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει;
1 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi