Kitap 39
πατρῴην δʼ ἐλέλιζεν ἐμῆς γλωχῖνα τριαίνης,
καί κεν ὑπὲρ πεδίοιο συναιχμάζων Διονύσῳ
280
στήθεα βουκεράοιο διέθλασε Δηριαδῆος,
καὶ πολὺν αἰνὸν ὅμιλον ἐμῷ τριόδοντι δαΐζων
εἰς μίαν ἠριγένειαν ὅλον γένος ἔκτανεν Ἰνδῶν.
Τιτήνων ὀλετῆρι τεῷ χραίσμησε τοκῆι,
Αἰγαίων πολύπηχυς, ὅτε Κρόνον εἰς φόβον ἕλκων
ἠλιβάτων ἐτίταινε πολυσπερὲς ἔθνος ἀγοστῶν,
ἠέλιον σκιόωσαν ἔχων ὑψαύχενα χαίτην,
καὶ βλοσυροὶ Τιτῆνες ἐνοσφίσθησαν Ὀλύμπου
290
εὐπαλάμου Βριαρῆος ὑποπτήσσοντες Ἐνυώ.
τοῖον ἔπος φθονέων νεμεσήμονι πέφραδε φωνῇ.
αἰδομένη δὲ Θόωσα κατηφέας εἶχε παρειάς,
Ἄρεϊ μὴ παρεόντος ἐρωμανέος Πολυφήμου.
ὡς δὲ πόνου τέλος ἦεν ἐριφλοίσβοιο κυδοιμοῦ,
295
ἠθάδα πόντον ὄπωπε κατάρρυτον αἵματι Νηρεύς·
ξανθῆς δʼ ἐννοσίγαιος ἐθάμβεε νῶτα θαλάσσης,
ἰχθύας ἀνδροφάγους ὁρόων καὶ πληθύι νεκρῶν
γείτονος ἄβροχα νῶτα γεφυρωθέντα θαλάσσης
Βακχιάδες τε φάλαγγες ἐπέρρεον αἴθοπι λαῷ.
300
κεῖτο δὲ δυσμενέων στρατὸς ἄσπετος, ὧν ἐνὶ χάρμῃ
βαλλομένων ξιφέεσσι καὶ ὀξυτόροισιν ὀιστοῖς.
τοῦ μὲν ὑπὲρ λαπάρην βέλος ἔμπεσε, τοῦ δὲ τυπέντος
ἔγχεϊ χαλκείῳ μεσάτης ὑπὲρ ἄντυγα κόρσης
ὠτειλὴ βεβάθυστο χαρασσομένοιο καρήνου.
305
πολλοὶ δʼ ἔνθα καὶ ἔνθα πολυσπερέων ἐλατήρων
πόντον ἀμοιβαίοισιν ἀνασχίζοντες ἐρετμοῖς
κυανέην λεύκαινον ἐπασσυτέρην χύσιν ἀφρῷ,
καὶ πόνος ἦν ἀνόνητος ἐπειγομένων ἐλατήρων,
συμφερτοὺς δὲ κάλωας ἀοσσητῆρι σιδήρῳ
310
ἰθυντὴρ ἀπέκοψε καὶ ἔσχισεν ἄορι σειρήν.
Ἀμφοτέρης δὲ φάλαγγος ἐν ἠέρι ῥοῖζον ἰάλλων
ἔρρεεν ἀπλανέων δολιχόσκιος ὄμβρος ὀιστῶν·
ὧν ὁ μὲν ἱστὸν ἔβαλλε μεσαίτατον, ὃς δὲ περήσας
ἱστίον εὐδίνητον ἐβόμβεε σύνδρομος αὔραις,
315
ἄλλος ἔην προτόνοισι πεπαρμένος, ὃς δὲ μεσόδμῃ
κεῖτο πεσών, ἕτερος δὲ διʼ ἠέρος ἰὸς ἀλήτης
ἀκροτάτης ἐτύχησεν ἀερσιλόφοιο κεραίης,
σέλμασι δʼ ἄλλος ἔην τετανυσμένος· ἀγχιφανῆ δὲ