Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 39

 
νεκρὸν ὄφιν περίμετρον ἀερτάζοντα κεράστην, 160
 
δυσμενέος κερόεντος ἀπαγγέλλοντα τελευτήν·
 
λαῷ δʼ ἀντιβίων ἕτερος μελανόχροος ἔλθῃ
 
κυανέαις πτερύγεσσι προθεσπίζων φόνον Ἰνδῶν,
 
αὐτομάτου θανάτοιο μέλαν τύπον· ἢν δʼ ἐθελήσῃς,
 
βρονταίοις πατάγοισιν ἐμὴν μαντεύεο νίκην, 165
 
καὶ στεροπὴν Βρομίοιο λεχώια φέγγεα πέμπων
 
υἱέα σεῖο γέραιρε πάλιν πυρί, δυσμενέων δὲ
 
ὁλκάδας εὐπήληκας ὀιστεύσωσι κεραυνοί.
 
ναί, πάτερ, Αἰγίνης μιμνήσκεο, μὴ σέο νύμφης
 
νυμφίον αἰσχύνειας ὁμόπτερον ὄρνιν Ἐρώτων. 170
 
ὣς εἰπὼν πολέμιζεν, ἐς ἠερίας δὲ κελεύθους
 
ὄμμα παλιννόστοιο βαλὼν ἀντώπιον Ἄρκτου
 
γαμβρὸν ἑὸν λιτάνενε καὶ ἴαχε μῦθον Ἐρεχθεύς·
 
Γαμβρὸς ἐμὸς Βορέης, θωρήσσεο, καὶ σέο νύμφης
 
μαρναμένῳ γενετῆρι βοηθόον ἄσθμα τιταίνων 175
 
ἕδνα τεοῦ θαλάμοιο θαλασσαίην πόρε νίκην·
 
ὁλκάσι μὲν Βρομίοιο φέρων νηοσσόον αὔρην
 
δὸς χάριν ἀμφοτέροισιν, Ἐρεχθέι καὶ Διονύσῳ·
 
νηυσὶ δὲ Δηριάδαο μεμηνότα πόντον ἱμάσσων
 
ἄσθματι κυματόεντι τεὰς θώρηξον ἀέλλας— 180
 
ἐσσὶ γὰρ ὑσμίνης ἐμπείραμος, ὅττι καὶ αὐτὸς
 
Θρῄκην ναιετάεις, ἐμπείραμος, οἷά περ Ἄρης—
 
ἀντιβίων δὲ φάλαγγι δυσήνεμον ἄσθμα κομίζων
 
ἔγχεϊ παχνήεντι κορύσσεο Δηριαδῆι·
 
στήσας δʼ ἀντιβίοισι θυελλήεσσαν Ἐνυὼ 185
 
δυσμενέας τόξευε χαλαζήεντι βελέμνῳ,
 
καὶ Διὶ πρστὰ φέρων καὶ Παλλάδι καἰ Διονύσῳ.
 
μνώεο Κεκροπίης εὐπαρθένου, ἧχι γυναῖκες
 
κερκίδι ποικίλλουσι τεῶν ὑμέναιον Ἐρώτων·
 
Ἰλισσὸν δὲ γέραιρε γαμοστόλον, ὁππόθι κούρην 190
 
Ἀτθίδα δὴν παράκοιτιν ἀνήρπασαν ἅρπαγες αὖραι
 
ἑζομένην ἀτίνακτον ἀκινήτῳ σέθεν ὤμῳ.
 
οἶδα μέν, ὡς συνάεθλος ἐλεύσεται ἄλλος ἀήτης
 
γείτων ἀντιβίοισιν Ἑώιος· ἀλλʼ ἐνὶ χάρμῃ
 
οὐ τρομέω θρασὺν Εὖρον, ὅτι πτερόεντες ἀῆται 195
 
πάντες, ὅσοι πνείουσιν, ὀπάονές εἰσι Βορῆος·
 
καὶ πρόμος Αἰθιόπων Νοτίην ἐπὶ πέζαν ἀρούρης
 
μηκέτι νοστήσειε Κορύμβασος, ἀλλὰ δαμείη
 
θερμὸν ἔχων συνάεθλον ἑὸν Νότον Αἰθσπῆα,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi