Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 39

 
ἀσκὸν ἐπισφίγξας ἀνεμώδεα, μηδʼ ἐνὶ πόντῳ 120
 
ἄσθμασιν Ἰνδοφόνοισιν ἀριστεύσωσιν ἀῆται·
 
ἀλλὰ μόθον τελέσω νηοφθόρα θύρσα τιταίνων.
 
ὣς εἰπὼν ἐκόρυσσε πεποιθότας ἡγεμονῆας.
 
ἤση δὲ πτολέμοιο προάγγελος ἵστατο σάλπιγξ,
 
καὶ μέλος ἐγρεκύδοιμον ἀνέκλαγον Ἄρεος αὐλοὶ 125
 
λαὸν ἀολλίζοντες, ἀρασσομένη δὲ βοείη
 
εἰναλίου κελάδησε μόθου χαλκόκροτον ἠχώ,
 
καὶ καναχὴν ὁμόδουπον ἀγέστρατος ἴαχε σύριγξ·
 
ἀντὶ δὲ πετραίης πολεμήια λείψανα φωνῆς
 
Πανιὰς ὑστερόφωνας ἀμείβετο ποντιὰς Ἠχώ. 130
 
τοῖσι δὲ μαρναμένοισιν ἔην κλόνος, ὦρτο δʼ ἰωὴ
 
κεκλομένων· καὶ λαὸς ἐθήμονι μάρνατο τέχνῃ
 
κυκλώσας στεφανηδὸν ὅλον στρατόν, ἐν δʼ ἄρα μέσσῳ
 
νηυσὶν ὁμοζυλέεσσιν ἐμιτρώθη στόλος Ἰνδῶν
 
εἰς λίνον ἐργομένων νεπόδων τύπον· Αἰακίδαις δὲ 135
 
Αἰακὸς ὑγρὸν Ἄρηα προθεσπίζων Σαλαμῖνος
 
ἀρχόμενος πολέμοιο θεουδέα ῥήξατο φωνήν·
 
Εἰ πάρος ἡμετέρην ἀίων ἱκετήσιον ἠχὼ
 
ἄσπορον εὐρυάλωος ἀπήλασας αὐχμὸν ἀρούρης,
 
διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ, 140
 
δὸς πάλιν ὀψιτέλεστον ἴσην χάριν, ὑέτιε Ζεῦ,
 
ὕδατι κυδαίνων με καὶ ἐνθάδε· καί τις ἐνἰψῃ
 
νίκην ἡμετέρην δεδοκημένος·
 
 
ἄλλος ἀνὴρ λέξειεν Ἀχαιικός· 145
 
 
 
 
ῥύεο δʼ ἡμετέρης πλόον ὁλκάδος· αὐσταλέῳ δὲ
 
ὡς χθονίῳ κενεῶνι φερέσβιον ἤγαγον ὕδωρ, 150
 
καὶ βυθίων λαγόνων θανατηφόρον οἶδμα καρύσσω
 
μαρνάμενον στρατιῇσι καὶ ὁλκάσι Δηριαδῆος.
 
ἀλλά, πάτερ, σκηπτοῦχε βίου, σκηπτοῦχε κυδοιμοῦ,
 
πέμπέ μοι αἰετὸν ὄρνιν ἐμῆς κήρυκα γενέθλης
 
δεξιτερὸν προμάχοισι καὶ ὑμετέρῳ Διονύσῳ· 155
 
ἄλλος δʼ ἀντιβίοισιν ἀριστερὸς ὄρνις ἱκέσθω·
 
σύμβολα δʼ ἀμφοτέροις ἑτερότροπα ταῦτα γενέσθω·
 
τὸν μὲν ἐσαθρήσω πεφορημένον ἅρπαγι ταρσῷ
 
θηγαλέων ὀνύχων κεχαραγμένον ὀξέι κέντρῳ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi