Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 39

 
σπεύσατε καὶ κατὰ πόντον ἀιστῶσαι γένος Ἰνδῶν, 80
 
εἰναλίην τελέσαντες ἐπιχθονίην μετὰ νίκην.
 
ἀλλὰ θαλασσαίοιο διάκτορα δηιοτῆτος,
 
ἔγχεα διπλώσαντες ὁμόπλοκα δίζυγ, δεσμῷ
 
ναύμαχα κολλήεντα, περὶ στόμα εἱμένα χαλκῷ,
 
μίξατε δυσμενέεσσιν ἁλιπτοίητον Ἐνυώ, 85
 
προφθάμενοι, μὴ χειρὶ πυραυγέα δαλὀν ἀείρων
 
Δηριάδης φλέξειεν Ἀρήια δούρατα νηῶν.
 
νόσφι φόβου μάρνασθε, Μιμαλλόνες· ὑγρομόθων γὰρ
 
ἐλπίδες ἀντιβίων κενεαυχέες· εἰ δἐ μογήσας
 
φύλοπιν οὐκ ἐτέλεσσεν ἐπὶ χθονὸς ὄρχαμος Ἰνδῶν, 90
 
ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων,
 
ἀγχινεφής, ἀκίχητος, ἀωούτατος, ἠέρι γείτων,
 
οὐ μὲν ἐγὼ προμάχων ποτὲ δεύομαι, οὐδὲ καλέσσω
 
ἄλλον ἀοσσητῆρα μετὰ Κρονίωνα τοκῆα,
 
ἡνίοχον πόντοιο καὶ αἰθέρος· ἢν δʼ ἐθελήσω, 95
 
γνωτὸν ἐμοῦ Κρονίδαο Ποσειδάωνα κορύσσω
 
Ἰνδῴην στίχα πᾶσαν ἀμαλδύνοντα τριαίνῃ·
 
καὶ πρόμον εὐρυγένειον, ἀπόσπορον ἐννοσιγαίου,
 
Γλαῦκον ἔχω συνάεθλον, ἐμῆς ἅτε γείτονα Θήβης,
 
πόντιον Ἀονίης Ἀνθηδόνος ἀστὸν ἀρούρης· 100
 
Γλαῦκον ἔχω καὶ Φόρκυν· ἱμασσομένην δὲ θαλάσσῃ
 
ὁλκάδα Δηριάδαο κατακρύψει Μελικίρτης,
 
κυδαίνων Διόνυσον ὁμόγνιον, οὗ ποτε μήτηρ
 
νήπιον ἔτρεφε Βάκχον, ἐπεὶ πόρε ποντιὰς Ἰνὼ
 
ἓν γλάγος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ· 105
 
μαντιπόλου δὲ γέροντος, ὃς ἡμετέρην ποτὲ νίκην
 
ἐσσομένην κατὰ πόντον ὑποβρυχίῃ φάτο φωνῇ,
 
εἰμὶ φίλος Πρωτῆος· ἐς ὑσμίνην δὲ κορύσσει
 
θυγατέρας Νηρῆος ἐμὴ Θέτις, ἐν δὲ κυδοιμοῖς
 
Βασσαρίδων συνάεθλος ἐμὴ θωρήσσεται Ἰνώ· 110
 
θωρήξω δʼ ἐς Ἄρηα καὶ Αἰόλον, ὄφρα νοήσω
 
εὖρον ἀκοντίζοντα καὶ αἰχμάζοντα Βορῆα,
 
γαμβρὸν ἐμοῦ προμάχου, Μαραθωνίδος ἅρπαγα νύμφης,
 
καὶ Νότον Αἰθιοπῆα προασπιστῆρα Λυαίου·
 
καὶ Ζέφυρος πολὺ μᾶλλον ἀελλήεντι κυδοιμῷ 115
 
ὁλκάδας ἀντιβίων δηλήσεται· ἡμετέρου γὰρ
 
εὐνέτιν Ἶριν ἔχει Διὸς ἄγγελον. ἀλλὰ σιωπῇ
 
ἔκτοθεν εὐθύρσοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
 
μιμνέτω ἠρεμέων θραχὺς Αἰόλος, ἠθάδι δεσμῷ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi