Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 39

 
τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος Ἄρης. 360
 
τοῖσι μὲν ἐγρεκύδοιμος ἕην πλόος, εἶχε δʼ Ἐνυὼ
 
ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ
 
ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ
 
ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις
 
ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίραις, 365
 
χεῖρας ἐρετμώσαντες ἀήθεας εἰς μέλαν ὕδωρ
 
ἴθμασιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσης·
 
εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής,
 
αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων
 
χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ 370
 
μαρνάμενος ῥοθίοισι μετʼ ἀνέρας ἔσχισεν ὕδωρ.
 
εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων,
 
νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ·
 
καὶ βυθίῳ τριόδοντι κορύσσετο κυανοχαίτης
 
μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων 375
 
ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.
 
καὶ πισύραις κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις
 
κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται,
 
δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,
 
οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου·
 
καὶ Ζέφυρος κεκόρυστο, Νότος δʼ ἐπεσύρισεν Εὔρῳ, 380
 
καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην
 
ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.
 
καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος
 
ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν 385
 
Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.
 
χείλεσι δʼ ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας
 
εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς·
 
καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς
 
κύμασι πατρῴοισι προασπίζουσα Λυαίου. 390
 
Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων
 
ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ
 
νηῦν ἰδίην ἔφλεξεν ἐκούσιον ἁψάμενος πῦρ·
 
νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ, 395
 
καὶ λοξαῖς ἑλίκεσσιν ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
 
κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης,
 
καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν.
 
καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης
 
Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου, 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi