Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 38

 
παπταίνων ἑλικηδὸν ἀτέρμονος ἕδρανα κόσμου· 320
 
τόφρα δὲ δινηθέντες ὑπὸ ζυγὸν αἴθοπες ἵπποι
 
ζῳδιακοῦ παράμειβον ἐθήμονος ἄντυγα κύκλου.
 
καὶ Φαέθων ἀδίδακτος, ἔχων πυρόεσσαν ἱμάσθλην,
 
φαίνετο
 
κέντρον ὑποπτήσσοντες ἀφειδέος ἡνιοχῆος, 325
 
ἀρχαίης ἀέκοντες ὑπὲρ βαλβῖδα κελεύθου
 
ἀξονίην παρὰ νύσσαν ἀλήμονες ἔτρεχον ἵπποι,
 
δεχνύμενοι κτύπον ἄλλον ἐθήμονος ἡνιοχῆος.
 
καὶ Νότιον παρὰ τέρμα καὶ ἄρκτια νῶτα Βορῆος
 
ἦν κλόνος. οὐρανίῳ δὲ παριστάμεναι πυλεῶνι 330
 
ἀλλοφανὲς νόθον ἦμαρ ἐθάμβεον εὔποδες Ὧραι·
 
ἔτρεμε δʼ ἠριγένεια· καὶ ἴαχε Φωσφόρος ἀστήρ·
 
 
 
335
 
 
 
 
 
340
 
 
 
 
 
345
 
 
ὣς φαμένου Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων
 
εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου.
 
καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμου
 
ἁρμονίην ἐτίναξεν· ἐδοχμώθη δὲ καὶ αὐτὸς 350
 
αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων.
 
καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων
 
ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας,
 
μείζονα φόρτον ἔχων· καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτου
 
κύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ 355
 
σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ,
 
καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ,
 
αἰθέρα θερμαίνων μαλερῷ πυρί, καὶ θρασὺς ἔστη
 
καρκίνον ὀκταπόδην κλονέων λασιότριχι παλμῷ·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi