Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 38

 
παρθένον ἀγχικέλευθον ἐσέδρακεν, ὁππότε γυμνὴ 120
 
νήχετο πατρῴοισιν ἐπισκαίρουσα ῥεέθροις,
 
λουομένη δʼ ἤστραπτεν· ἔην δέ τις, ὡς ὅτε δισσῆς
 
μαρμαρυγὴν τροχόεσσαν ἀναπλήσασα κεραίης
 
ἑσπερίη σελάγιζε διʼ ὕδατος ὄμπνια Μήνη.
 
ἡμιφανὴς δʼ ἀπέδιλος ἐν ὕδασιν ἵστατο κούρη, 125
 
ἠέλιον ῥοδέῃσιν ὀιστεύουσα παρειαῖς·
 
καὶ προχοαῖς κεχάρακτο τύπος χροός· οὐ τότε μίτρη
 
κούρης στέρνα κάλυπτε, καταυγάζουσα δὲ λίμνην
 
ἀργυφέων εὔκυκλος ἴτυς φοινίσσετο μαζῶν.
 
αἰθερίῳ δʼ ἐλατῆρι πατὴρ ἐζεύξατο κούρην· 130
 
καὶ Κλυμένης ὑμέναιον ἀνέκλαγον εὔποδες Ὧραι
 
καὶ γάμον Ἠελίοιο φαεσφόρον· ἀμφὶ δὲ Νύμφαι
 
Νηίδες ὠρχήσαντο· παρʼ ὑδατόεντι δὲ παστῷ
 
εὔλοχος ἀστράπτοντι γάμῳ νυμφεύετο κούρη,
 
καὶ ψυχροῖς μελέεσσιν ἐδέξατο θερμὸν ἀκοίτην. 135
 
ἀστραίης δὲ φάλαγγος ἔην θαλαμηπόλος αἴγλη,
 
καὶ μέλος εἰς Ὑμέναιον ἀνέπλεκε Κύπριδος ἀστήρ,
 
συζυγίης προκέλευθος Ἑωσφόρος· ἀντὶ δὲ πεύκης
 
νυμφιδίην ἀκτῖνα γαμοστόλον εἶχε Σελήνη·
 
Ἑσπερίδες δʼ ἀλάλαζον· ἑῇ δʼ ἅμα Τηθύι νύμφῃ 140
 
Ὠκεανὸς κελάδησε μέλος πολυπίδακι λαιμῷ.
 
καὶ Κλυμένης γονόεντι γάμῳ κυμαίνετο γαστήρ·
 
καὶ βρέφος ὠδίνουσα πεπαινομένου τοκετοῖο
 
γείνατο θέσκελον υἷα φαεσφόρον. ἀμφὶ δὲ κούρῳ
 
τικτομένῳ κελάδησε μέλος πατρώιος αἰθήρ· 145
 
Ὠκεανοῦ δὲ θύγατρες ἀποθρῴσκοντα λοχείης
 
υἱέα παππῴοισιν ἐφαιδρύναντο λοετροῖς·
 
σπάργανα δʼ ἀμφεβάλοντο· καὶ ἀστέρες αἴθοπι παλμῷ
 
εἰς ῥόον ἀίσσοντες ἐθήμονος Ὠκεανοῖο
 
κοῦρον ἐκυκλώσαντο, καὶ Εἰλείθυια Σελήνη 150
 
μαρμαρυγὴν πέμπουσα σελασφόρον· ἠέλιος δὲ
 
υἱέι δῶκεν ἔχειν ἑὸν οὔνομα μάρτυρι μορφῇ
 
ἅρμενον· ἠιθέου γὰρ ἐπʼ ἀστράπτοντι προσώπῳ
 
ἠελίου γενετῆρος ἐπέπρεπε σύγγονος αἴγλη.
 
πολλάκι παιδοκόμοισιν ἐν ἤθεσιν ἁβρὸν ἀθύρων 155
 
Ὠκεανὸς Φαέθοντα παλινδίνητον ἀείρων
 
γαστρὶ μέσῃ κούφιζε, διʼ ὑψιπόρου δὲ κελεύθου
 
ἄστατον αὐτοέλικτον ἀλήμονι σύνδρομον αὔρῃ
 
ἠερόθεν παλίνορσον ἐδέξατο κοῦρον ἀγοστῷ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi