Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 37

 
Κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ, 320
 
ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι,
 
οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων
 
υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.
 
τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων,
 
ἅρματι δʼ ἅρμα πέλασσεν ἰσόζυγον· ἀντιβίου δὲ 325
 
λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων,
 
σύνδρομον αὖ ἐρύων βεβιημένον ἅρμα χαλινῷ,
 
δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους
 
ἐσσυμένους προτέρωσε· μεταστήσας δὲ κελεύθου
 
θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα. 330
 
καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ
 
υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ,
 
ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν·
 
Σκέλμις, ἐνικήθης· σέο φέρτερός ἐστιν Ἐρεχθεύς,
 
ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης, 335
 
ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης
 
γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάρκη.
 
εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης
 
ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων,
 
Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην, 340
 
μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ·
 
εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν ἐννοσιγαίου,
 
ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων,
 
πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης,
 
ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη. 345
 
ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης.
 
τῷ δʼ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχου τέθριππον ἱμάσσων·
 
Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ,
 
πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων
 
κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης. 350
 
καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν·
 
Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας
 
ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων
 
σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,
 
βαιὸν ὑποφθάμενος· καὶ ἐπʼ ἄντυγι γούνατα πήξας 355
 
δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ,
 
ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ.
 
καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου
 
τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi