Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 37

 
καί σφεας, Ὠρείθυιαν ὅθʼ ἥρπασεν Ἀτθίδα νύμφην, 160
 
ὤπασεν ἕδνον ἕρστος Ἐρεχθέι γαμβρὸς ἀήτης.
 
δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην·
 
καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος ἐννοσιγαίου
 
Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ
 
πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης. 165
 
τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἧλθεν ἀγῶνος
 
μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης,
 
Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους·
 
καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης,
 
οἶστπον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο, 170
 
ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης
 
Ἀλοειοῦ δυσέρωτος ὃς εἰς Ἀπέθουσαν ἱκάνει
 
ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ.
 
καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου
 
παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους· 175
 
Τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος,
 
οἶδα μέν, ὅττι φέρεις σθένος ἄριον, ὅττι κομίζεις
 
σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης,
 
πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ
 
κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι· 180
 
ἀλλὰ ματην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων
 
νικῆσαι δεδάασιν, ὅσον φρένες ἡνιοχῆος·
 
μούνης κερδοσύνης ἐπιδεύεαι· ἱπποσύνη γὰρ
 
χπηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος.
 
ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης, 185
 
ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω.
 
σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν·
 
καὶ δρόμος ἱπποσύνης μεθέπει κλίος, ὅσσον Ἐνυώ·
 
σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν·
 
Ἄρεα νικήσας ἑτέρην ὑποδύσεο νίκην, 190
 
ὄφρα μετʼ αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω.
 
ὦ τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ,
 
ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
 
καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος·
 
ἱπποσύνην δʼ ἀνάφαινε, φέρων τεχνήμονα νίκην, 195
 
κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος
 
ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέηκων
 
πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων
 
ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi