Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 37

 
λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν· 120
 
δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ,
 
ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις,
 
ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι φόρτῳ
 
ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο γαστηρ·
 
καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ· 125
 
τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων
 
ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δʼ ἐνὶ μέσσῳ
 
ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ·
 
πέμπτῳ δοιὰ τὰλαντα, γέρας Πακτωλίδος ὄχθης.
 
ὀρθωθεὶς δʼ ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας· 130
 
ὦ φίλοι, οὓς ἐδίδαξεν Ἄρης πολίπορθον Ἐνυώ,
 
οἷς δρόμον ἱπποδύνης δωρήσατο κυανοχαίτης,
 
οὐ μὲν ἐγώ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω,
 
ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας· ἡμέτεροι γὰρ
 
παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί· 135
 
εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ,
 
ἱππείης τελέσει Πελοπηίδος ἄξια νίκης·
 
εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων
 
Ἤλιδος εὐδίφροιο καὶ Οἰνομαοιο πολίτης,
 
οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης· 140
 
ἀλλʼ οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐκ ἐλατῆρες
 
ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων,
 
ἀλλʼ ἀρετῇς δρόμος οὗτος, ἐλεύθερος ἀφρογενείης·
 
εἰ πέδον
 
Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ὰγῶνα· 145
 
εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος,
 
ἔγνω πιαλέης ἐγκύμονα κάλπιν ἐέρσης·
 
εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης,
 
Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα
 
ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης, 150
 
χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι·
 
εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου,
 
Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.
 
ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες,
 
δίφρα περιτροχόωντες ἀμοιβαδίς· ὠκυπόδην δὲ 155
 
Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς
 
ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάρκην,
 
οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων
 
Στθοωίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi