Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 37

 
χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων, 760
 
οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ
 
ἢ συΐ λαχνήεντι· σιδηρείῳ δέ χιτῶνι
 
εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω
 
Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρθ θοῦρον ἰάλλων
 
Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν, 765
 
οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας·
 
ὃς δὲ κατʼ ἀσφαράγοιο σιδήρεον ἔγχος ἀείρων
 
Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέξων,
 
νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα·
 
ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν, 770
 
αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ·
 
ἀμφοτέρους δʼ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ·
 
Ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντες Ἐνυώ·
 
ἄρθμιος οὗτος Ἄπης, καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.
 
ἔννεπεν· ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης 775
 
Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων
 
δῶκεν ἑῷ θεράποντι· καὶ ὕστερα δῶρα κομίζων
 
Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.
← Önceki 20 / 20

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi