Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 37

 
Σειληνοὶ δʼ ἐγέλασσαν ὀλίζονα φωτὸς ἐρωήν. 680
 
δεύτερος Εὐρυμέσων παλάμην ἐπερείσατο δίσκῳ
 
καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ
 
βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων·
 
καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνσρομον αὔραις,
 
καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ 685
 
ὀξείῃ στρογάιγγι· καὶ ὑψιπόδης Ἁλιμήδης
 
εἰς σκοπὸν ἠκόντιξεν ἐν ἠερι δίσκον ἀλήτην·
 
καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις
 
ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου
 
ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις 690
 
ὄρθιον· ἠερόθεν δὲ πεσὼν ἐκυκίνσετο γαίῃ
 
ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ
 
χειρὸς ἐυστρέτοιο, φέρων αὐτόσσυτον ὁρμήν,
 
εἰσόκε σήματα πάντα παρέσπαμεν· ἀγρόμενοι δὲ
 
πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος, 695
 
ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν.
 
καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυχαλείῃ
 
διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἀλιμήδης·
 
ἄκμων δʼ εἰλιπόδης χρυσαυγέα κούφισε μίτρην·
 
καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας 700
 
ἀμφίθετον κτέρας εἷλε· κατηφιόων δὲ προσώτπῳ
 
νεβρίδα ποικλόνωτον ἀνηέρταζε Μελισσεύς.
 
καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου,
 
εὐστοχίης ἀνάθημα· καὶ ἑπταέτηρον ἐρύσσας
 
ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι, 705
 
καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης
 
ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ
 
νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃ
 
στῆσεν ὑπέρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ
 
δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ, 710
 
λεπραλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας.
 
καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν,
 
εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων·
 
ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας,
 
ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης· 715
 
ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων,
 
ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ,
 
ἄκρα δὲ μηρίνθοιο βαλών πτερόεντι βελέμνῳ,
 
ἥσσονα τοξεύσειε καὶ ἥσσονα δῶρα δεχέσθω·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi