Kitap 37
Γαμβρέ, τεῷ χραίσμησον Ἐρεχθέι καὶ σέο νύμφῃ,
640
εἰ μεθέπεις γλυκὺν οἶστρον ἐμῆς ἔτι παιδὸς Ἐρώτων·
δός μοι σῶν πτερύγων βάλιον δρόμον εἰς μίαν ὤρην,
Ὠκύθοον ταχύγουνον ἴνα προθέοντα παρέλθω.
ὣς φαμένου Βορέης ἱκετήσιον ἔκλυε φωνήν,
καί μιν ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης.
645
τρεῖς μὲν ἐπερρώοντο ποδῶν ἀνεμώδεϊ παλμῷ,
ἀλλʼ οὐκ ἶσα τάλαντα· καὶ ὁππόσον ὠκέι ταρσῷ
Ὠκυθόου προθέοντος ὀπίστερος ἦεν Ἐρεχθεύς,
τόσσον ἀελλήεντος Ἐρεχθέος ἔπλετο γείτων
Πρίασος αὐχήεις, Φρύγιον γένος. ἐσσυμένων δὲ
650
ὁππότε λοίσθιος ἦεν ἔτι δρόμος ἅλματι ταρσῶν,
Ὠκύθοος ταχύγουνος ἐπωλίσθησε κονίῃ,
ἧχι βοῶν πέλεν ὄνθος ἀθέσφατος, οὓς παπά τύμβῳ
Μυγδονίῃ Διόνυσος ἀπηλοίησε μαχαίρῃ·
ἀλλὰ παλιννόστοιο ποδὸς ταχυδινέι παλμῷ
655
Ὠκύθοος πεφόρητο μετάλμενος· ἐσσυμένως δὲ
ἀντιπάλου προθέοντος ἐπήλυδα ταρσὸν ἀμείβων,
εἰ τότε βαιὸς ἔην ἔτκ που δρόμος, ᾗ τάχα βαίνων
ἢ πέλεν ἀμφήριστος ἢ ἔφθασεν ἀστὸν Ἀθἠνης.
καὶ κτέρας αἰολόνωτον ἐκούφισεν ὠκὺς Ἐροχθεύς,
660
Σιδόνιον κρητῆρα τετυγμένον· Ὠκύθοος δὲ
εἴρυοε Θεσσαλὸν ἵππον· ὁ δὲ τρίτος ἠρέμα βαίνων
Πρίασος ἆορ ἔδεκτο σὺν ἀρυγρέῳ τελαμῶνι.
καὶ Σατύρων ἐγέλασσε χορὸς φιλοπαίγμονι θυμῷ,
παπταίνων Κορύβαντα χυτῇ ῥυπόωντα κονίῃ,
665
ὄνθον ἀποπτύοντα κατάρρυτον ἀνθερεῶνος.
καὶ σόλον αὐτοχόωνον ἄγων ἐπέθηκεν ἀγῶνι
δισκοβόλους Διόνυσος ἀκοντιστῆρας ἐπείγων·
πρώτῳ μὲν δύο δοῦρα σὺν ἱπποκόμῳ τρυφαλείῃ
θῆκεν ἄγων, ἑτέρῳ δὲ διαυγέα κυκλάδα μίτρην,
670
καὶ τριτάτῳ φιάλην, καὶ νεβρίδα θῆκε τετάρτῳ,
ἣν χρυσέῃ κληῖδι Διὸς περονήσατα χαλκεύς.
ὀρθωθεὶς δʼ ἀνὰ μέσσον ἐγερσινόῳ φάτο φωιῇ·
Οὗτος ἀγὼν ἐπὶ δίσκον ἀεθλητῆρας ἐπείγει.
ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μεγισσεύς,
675
τῷ δʼ ἐπὶ δεύτερος ἦλθεν ἀερσιπόδης Ἁλιμήδης,
καὶ τρίτος Εὐρυμέδων καὶ τέτρατος ἤλυθρν Ἄκμων·
καὶ πίσυρες στοιχηδὸν ἐφέστασαν ἄλλος ἐπʼ ἄλλῳ.
καὶ σόλον εὐδίωητον ἑλὼν ἔρριψε Μελισσεύς·