Kitap 37
ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο μελισσεὺς
520
στήθεος ἄκρον ἔλασσεν· ὁ δὲ σχεδὸν ἄντα προσώπου
χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων·
καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων,
δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων.
ἄμφω δʼ εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπʼ ἄλλῳ
525
ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων·
χερσὶ δὲ χεῖρας ἔμιξαν· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς
φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων
ἀκροτάτην περὶ χεῖρα· χαρασσομένης δὲ παρειῆς
αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες·
530
καὶ γενύων πέλε δοῦπος· ἐπὶ θρωσμῷ δὲ προσώπου
εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί,
ὀφθαλμοὶ δʼ ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου.
Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ,
ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην,
535
ὄμμα καταυγάζοντος· ἐπαΐξας δὲ Μελισσεὺς
ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων
ἄφνω γναθμὸν ἔτυψεν ὑπʼ οὔατος· αὐτὰρ ὁ κάμνων
ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ,
θυμολιπὴς μεθύοντι πανείκελος· εἶχε δὲ κόρσην
540
κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην
λεπτὰ παχυνομένοιο· λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος
στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων
πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ
Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην.
545
καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων
ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα·
καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης
πρώτῳ ἀεθλητῆρι· τίθει δʼ εἰς μέσσον ἀείρας
ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων.
550
ὀρθωθεὶς δʼ ἰάχησε πάλιν σημάντορι φωνῇ·
Δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.
ἔννεπε· κεκλομένου δὲ φιλοστεφάνου Διονύσου
πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη
Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα.
555
ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς
γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν· ἀμφότεροι δὲ
πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ
σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης