Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 37

 
ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης, 480
 
αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.
 
καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου
 
χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ,
 
οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.
 
αὐτὰρ ὁ πυγμαχίης χαλεπῆς ἔστησεν ἀγῶνα· 485
 
πρώτῳ μὲν θέτο ταῦρον ἀπʼ Ἰνδῴοιο βοαύλου
 
δῶρον ἄγειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν
 
βάρβαρον αἰολόνωτον ἑλὼν κατέθηκε βοείην.
 
ὀρθωθεὶς δʼ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,
 
εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης· 490
 
Πυγμῆς οὗτος ἄεθλος ἀτειρέος· ἀθλοφόρῳ δὲ
 
ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω,
 
ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.
 
ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μελισσεύς,
 
ἠθάδι πυγμαχίῃ μεμελημένος· εὐκεράου δὲ 495
 
ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν·
 
Ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον· οὐ γὰρ ἐάσω
 
ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.
 
ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή·
 
Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς 500
 
ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ
 
πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,
 
Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων.
 
τὸν μὲν ἐριπτοίητος So Mss.: ἀδελφεὸς ἄμφεπεν Ἄλκων,
 
ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην, 505
 
καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων
 
ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων.
 
καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου
 
λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον· ἀντὶ δὲ λόγχης
 
ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες. 510
 
αἰεὶ δʼ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν,
 
μή ποτέ μιν πλήξειε κατʼ ὀφρύος ἠὲ μετώπου,
 
ἠέ μιν αἱμάξειε, τετυμμένον ἄρθρον ἀμύξας,
 
ἠὲ διατμήξειε, κατὰ κροτάφοιο τυχήσας,
 
εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας, 515
 
ἢ παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων
 
ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου,
 
ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου
 
ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi