Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 37

 
ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιω ἀγῶνες.
 
ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί,
 
Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες Ἐνυώ,
 
ὄμμασιν ἀκλαύτοισιν εταρχύσαντο θανόντας,
 
οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας
 
ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ 5
 
νύσσαν ἐς ἀρχαίην· στρατιὴ δʼ ἀμπαύετο Βάκχου.
 
καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην
 
πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων
 
ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην,
 
ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην. 10
 
τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης
 
Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ,
 
μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης.
 
καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ·
 
πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ, 15
 
πολλὴ δʼ ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς,
 
καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη
 
αὐχμηροῖς πετάλοισι· πολυσπερέων δʼ ἀπὸ δένδρων
 
τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι·
 
καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη, 20
 
πηγαίῃ δʼ ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ.
 
καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ,
 
οὔρεος οἶμον ἔχων ἑτερότροπον· ἦν δὲ νοῆσαι
 
ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην
 
ποσσὶ πολυπλανέεσσιν· ἐυπλέκτοιο δὲ σειρῆς 25
 
πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ
 
οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν· ἐσσυμένων δὲ
 
ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴ
 
σπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης
 
συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ. 30
 
καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν ὁ μὲν αὐτῶν
 
ὑλοτόμοις παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων
 
φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς
 
ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον ἐρίπνῃ·
 
καὶ τὰ μὲν ὑλονόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι 35
 
Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ.
 
καὶ πολὺς ἑσμὸς ἔην ἑτερόπτολις· ἀμφὶ δὲ νεκρῷ
 
πενθαλέην πλοκαμῖδα κατηφει τάμνε σιδήρῳ·
 
ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπʼ ἄλλῳ,
1 / 20 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi