Kitap 36
κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων
200
πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη·
χειρὶ δʼ ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα
εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων
κτεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου
Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι.
205
καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ
ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν
ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα,
ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ,
ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκπεσε δίφρου·
210
ἄλλος ἐυγλώχινι παρʼ ὀμφαλὸν ἄκρον ὀιστῷ
βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ,
ὃς δὲ τυπείς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ διʼ ὤμου
καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ,
πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσας·
215
ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην
καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ
κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίη,
κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας
αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ.
220
καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη,
καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης,
καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν·
χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων
ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν·
225
βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ
ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων,
καμπύλα δʼ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ·
τρίβων δʼ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ
ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων
230
οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ
ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ
εἰς πέδου ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα.
αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,
γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδον δὲ ταθέντος
235
κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα.
ἄλλος ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης,
γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης,
οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα,