Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 36

 
ἠερίοις πελάγεσσι διάβροχον ἄρμα Σελήνης· 120
 
μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην.
 
πρεσβυτέρῳ δʼ ὑπόεικε κυβερνητῆρι θαλάσσης,
 
πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει
 
εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων ἐνοσίχθων·
 
μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης. 125
 
τίς πάλιν, ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ,
 
τίς πάλιν, Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ,
 
ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ,
 
καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἤρης;
 
καὶ σύ, πάτερ μεγάλοιο, κερασφόρε, Δηριαδῆος, 130
 
Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου,
 
μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.
 
ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον Ἐνυώ.
 
καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην
 
Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας· 135
 
καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου
 
εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας·
 
καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν
 
βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν·
 
Σήμερον ἢ Διόνυσον ἐγῶ πλοκαμῖδος ἐρύσσω, 140
 
ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν.
 
ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην
 
στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ.
 
ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου
 
φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ 145
 
δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι·
 
καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ
 
Σειληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων
 
λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ
 
στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις. 150
 
μὴ Φαέθων στέψειε πυραυγέας εἰς δύσιν ἵππους,
 
πρὶν Σατύρους καὶ Βάκχου ἀλυκτοπέδῃσι κομίσσω
 
σφιγγόμενον, καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ
 
ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,
 
θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν 155
 
χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ.
 
θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην
 
νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος,
 
ὄφρά τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi